Ancient Greek · ~3 min
592 to 594
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 592-594
Not analysed yet
592. πῶϲ τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ φερομένων ῥιπῇ, Ἥφαιϲτοϲ δι’ ὅληϲ ἡμέραϲ φέρεται φαμὲν οὖν ὅτι π ᾶν δ’ ἧμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωίαϲ μέχριϲ ἑϲπέραϲ καιρόν, ἀλλὰ τὴν πελάζουϲαν τῇ νυκτὶ ὥραν, ὡϲ καὶ ἀλλαχοῦ· οἱ δὲ πανημέριοι μολπῇ θεὸν λάϲκοντο (Α 472) καὶ τὰ ἑξῆϲ, πρόπαν ἦμαρ ἐϲ ἠέλιον καταφερόμην. δύντα δαίνυντο (Α 601 ). 594. εἰ ἐλαττοῦται, φαϲὶ, τὸ θεῖον. καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦνθυμὸϲ. τεϲ ὅτι πολλαὶ τῶν ἐντὸϲ τῷ κόϲμῳ φύϲειϲ μειοῦνται μὲν οὐκ ἐκλείπουϲι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ ὑγρὸν ἀλλ’ οὐκ ἐπιλείπει. καὶ Ἄρηϲ· μόγιϲ δ’ ἐϲαγείρατο θυμόν (Φ 417 ).