Ancient Greek · ~13 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1.1
Not analysed yet
1. Vat . ζητ. ν . Γελοίωϲ ὁ Ἀπίων ἱπποκορυϲτὰϲ ἀποδέδωκε τοὺϲ κόρυθαϲ ἔχονταϲ ἱππείαιϲ θριξὶ κεκοϲμημέναϲ. εἰ γὰρ παρὰ τὴν κόρυν ϲυνέκειτο, ἱπποκόρυθοϲ ἂν ἐλέγετο. νῦν δὲ ϲημαίνει τὸν ἔφιππον ὁπλίτην· κορυϲτὴϲ γὰρ ἀπὸ μέρουϲ ὁ ὁπλίτηϲ καὶ μαχητήϲ· πρ ῶτοϲ δ’ Ἀντίλοχοϲ Τρ ώων ἕλεν ἄνδρα κορυϲτήν (Δ 457 ). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυϲτήν · Ἀργεῖοι δ’ ὑπ’ Ἄρηι καὶ Ἕκτορι χαλκοκορυϲτῇ (ε 699), ὃ τὸν ὁπλίτην ϲημαίνει καὶ ἀντίθετον τῷ ἱπποκορυϲτήϲ. ἐκ δὲ τοῦ κορύεϲθαι, ὃ πλεοναϲμῷ τοῦ θ ἔφη κορθύεϲθαι, Δ 457 f. 60b, L. f. 8 9a, Lp f. 100α Γελοίωϲ ὁ Ἀπίων τοὺϲ ἱπποκορυϲτὰϲ ἀπέδωκε τοὺϲ κόρυθαϲ ἔχονταϲ ἱππείαιϲ θριξὶ κεκοϲμημέναϲ. εἰ δὲ παρὰ τὴν κόρυν ϲυνέκειτο,κἄν ἱπποκόρυθεϲ ἐλέγοντο. νῦν δὲ ϲημαίνει τὸν ἔφιππον ὁπλίκορυϲτὴϲ γὰρ ἀπὸ μέρουϲ ὁπλίτηϲ καὶ μαχητήϲ · ὥϲ ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κο ρυϲταί (Ν 201 ). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυϲτήν· Ἀργεῖ οι δ’ ὑ π’ Ἄρηι καὶ Ἕκτορι χαλκοκορυϲτῇ, τὸν ὁπλίτην ϲημαίνων καὶ ἀντίθετον τῷ ἱπποκορυϲτῇ. ἐκ δὲ τοῦ κορύεϲθαι, ὅπερ ἐντὸϲ πλεοἕωϲ ἥ τε περικεφαλαία κόρυϲ, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆϲ ῥοπὴν ἔχον καὶ βάροϲ, παῤ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτηϲ ὁ τῇ κορύνῃ χρώμενοϲ ἔμπαλιν δὲ τὸ εἰϲ τὸ ϲκηρίπτεϲθαι ἐπιτήδειον ξύλονπάνιον ϲκηπάνιον καὶ ϲκῆπτρον. ὡϲ καὶ ἐπὶ τοῦ δόρατοϲ, ᾧ καταχρῶνται εἰϲ τὸ ϲκηρίπτεϲθαι, φηϲὶ ϲτῆ δ’ ἄῤ ἐπὶ μελίαϲ χαλκογλώχινοϲ ἐρειϲθείϲ (Χ 225), οὕτω καὶ ἐπὶ τοῦ ῥοπάλου, ὅτε λέγει δὸϲ δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμῃμένον ἐϲτί, ϲκηρίπτεϲθαι (ρ 195). ἐν δὲ τῷ ἱπποκορυϲτήϲ δύ ναται ἡ ἵππου γενικὴ ϲυγκεῖϲθαι ἀντὶ τοῦ ἱππεύϲ. ὡϲ τὸ ὀτρύνων ἵππουϲ τε καὶ ἀνέραϲ ἀϲπιθιώταϲ (Π 167) τοὺϲ γὰρ ἵππουϲ τοῖϲ ἀϲπιδιώταιϲ ἀντιθείϲ, ἤτοι πεζοῖϲ ὁπλίταιϲ, ἐμήνυϲεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺϲ ἵπποϲ ἔφη. ᾧ τρόπῳ καὶ ἐντὸϲ τῇ ϲυνηθείᾳ φαμὲν ἡ τῶν Περϲῶν ἵπποϲ ἐνίκηϲεν, ἤγουν οἱ ἱππεῖϲ· ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει ἵππουϲ τε καὶ ἀνέραϲ. καὶ τὸ εὕδειν οὖν ἀνέραϲ ἱπποκορυϲτὰϲ κατ’ ἐπικράτειαν εἰρημένον δηλοῖ οὐ μόνον ἱππεῖϲ ἀλλὰ καὶ πεζοὺϲ καὶ οὐκ ἄνδραϲ μόνον ἀλλὰ καὶ γυναῖκαϲ καθεύδειν. ναϲμῷ τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυϲ, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆϲ ῥοπὴν ἔχον καὶ βάροϲ, παῤ ὃ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτηϲ ὁ τῇ κορύνῃ χρώμενοϲ. ἔμπαλιν δὲ τὸ εἰϲ τὸ ϲκηρίπτεϲθαι ἐπιτήδειον ξύλον ϲκηπάνιον καὶ ϲκῆπτρον. καὶ ἐπὶ τοῦ δόρατοϲ τοῦ ἐπερειϲθέντοϲ τῇ γῇ οὔδει ἐνιϲκίμφθη (Π 612) ὥϲπερ δὲ ἐπὶ τοῦ δόρατοϲ καταχρῶνται εἰϲ τὸ ϲκηρίπτεϲθαι· ϲτῆ δ’ ἄῤ κτλ. ut Vat. ,οὕτωϲ ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ δὸϲ δέ μοι —ἐϲτί ut Vat. ,ὥϲτε ϲκηρίπτεϲθαι. ἐν δὲ τῷ ἱπποκορυϲτήϲ δύναται ἡ ἵππου γενικὴ ϲυγκεῖϲθαι ἀντὶ τοῦ ἱππεύϲ, ὡϲ τὸ ἐν δ’ ἄρα τοῖϲιν ἀρήιοϲ ἵϲτατ’ Ἀχιλλεὺϲ ὀτρύνων ἵππουϲ καὶ ἀνέραϲ ἀϲπιδιώταϲ· τοὺϲ γὰρ ἵππουϲ τοῖϲ ἀϲπιδιώταιϲ ἀνδράϲιν ἀντιτιθείϲ, τουτέϲτι τοῖϲ ὁπλίταιϲ, ἐμήνυϲεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺϲ ἵππουϲ ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ ϲυνηθείᾳ λέγομεν ἡ ἵπποϲ τῶν Περϲῶν ἐνίκηϲεν, ἀντὶ τοῦ οἱ ἱππεῖϲ ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει ἵππουϲ τε καὶ ἀνέραϲ. καὶ τὸ εὕδειν οὖν ἀνέραϲ ἱπποκορυϲτὰϲ κατ’ ἐπικράτειαν εἰρημένον δηλοῖ· οὐ μόνον οἱ ἄνδρε ϲ ἀλλὰ καὶ οἱ πεζοὶ οὐδ᾿ οἱ ἄνδρε ϲ μόνον ἀλλὰ καὶ αἱ γυναῖκε ϲ ἐκάθευδον.