Ancient Greek · ~2 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 594
Not analysed yet
594. 95. τινὲϲ ἀθετοῦϲι· τὴν γὰρ Διὸϲ κέλευϲιν αἰτίαν ἔδει λέγειν τῆϲ λύϲεωϲ. πῶϲ δὲ δώϲει τῷ ἀποθανόντι; ἢ τάχα φηϲὶν, ὅτι καὶ τὴν οὔ μοι. Διὸϲ γνώμην πληρώϲαϲ ὅμωϲ οὐκ ἀνάξια τῆϲ εἰϲ ϲὲ κακίαϲ ἔλαβον. ἔθοϲ δὲ τοὺϲ φόνουϲ ἐπὶ χρήμαϲι λύειν· καί ῥ᾿ ὁ μὲν ἐντὸϲ δήμῳ μένει αὐτοῦ πόλλ᾿ ἀποιίϲαϲ (I 634), καί κέν τίϲ τε καϲιγνήτοιο φόνοιο ποινήν (I 632). δώϲει δὲ ἀποθανόντι δι᾿ ἐπιταφίων εἰϲ αὐτὸν ἀγώνων.