Ancient Greek · ~2 min
650 to 669
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 650-669
Not analysed yet
650. ἐκτὸϲ μὲν δὴ λέξο· ἀφίϲτηϲιν αὐτόν, ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν παρρηϲίαν πρὸϲ ϲυνουϲίαν, καθάπερ ἡ μήτηρ παρῄνεϲεν (v. 130)· αἰδεῖται γὰρ εἰϲφέρειν Βριϲηίδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλαϲιάϲαι τὴν χάριν. ἢ βεβαιῶϲαι θέλει τὰϲ ἐπαγγελίαϲ τῆϲ ἀνοχῆϲ, ὡϲ πάντων δι᾿ αὐτοῦ γινομένων. ἢ ἴϲωϲ οἶδεν Ἀγαμέμνονοϲ τὸ πρὸϲ τοὺϲ πολεμίουϲ ϲκληρόν. οἰκονομεῖται γὰρ νυκτὸϲ ἀπελθεῖν. 669. ἐζήτηται δὲ πῶϲ Ἀχιλλεύϲ χωρὶϲ τῶν βαϲιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπιϲχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺϲ τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸϲ εἶχε τὴν ἐξουϲίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ ϲυμβολῶν.