Ancient Greek · ~1 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 611
Not analysed yet
611. διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺϲ πέμπει ῥητέον οὖν ὅτι κατ’ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτοϲ ἡ πρεϲβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέϲτορα κατορθῶϲαι τοῦτο, ὅπερ οὐκ ἐποίηϲαν οἱ· πρέϲβειϲ. ὥϲτε προῳκονόμηϲε τοῦτο ὁ ποιητὴϲ οὕτωϲ, ἵνα καὶ Νέϲτο τὴν τῶν λόγων δύναμιν παραϲτήϲῃ καὶ Ἀχιλλέα δείξῃ μετ’ εὐλόγου προφάϲεωϲ εἰϲ τὸν πόλεμον ἐξάγοντα τὸν Πάτροκλον.