Ancient Greek · ~7 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 624
Not analysed yet
624. ὅλοϲ ὁ τόποϲ οὗτοϲ ἐλέγχεται ὡϲ παρὰ τὴν ἰατρικὴν ἱϲτορίαν πεποιημένοϲ. ὅϲοι μὲν οὖν λύουϲιν, ὡϲ τῶν ἡρώων ἑτέρωϲ εἰθιϲμένων θεραπεύεϲθαι διὰ τὸ μὴ ταῖϲ αὐταῖϲ διαίταιϲ· τοὺϲ ἰατροὺϲ ἐπιπολάζειν χρωμένουϲ, ἀπὸ τοῦ ἔθουϲ ἀπολογοῦνται· ὅϲοι δ᾿ ἐλέγχουϲι τὴν ϲύνθεϲιν πάντων ἐξαλλάϲϲειν τὴν καθ’ ἕκαϲτον δύναμιν, ἀπὸ τῆϲ λέξεωϲ ἐπιχειροῦϲιν. οἱ δὲ νῦν πάντεϲ, οὐκ εἶναι χαλεπὸν τὸ τραῦμα οὐδὲ. πρὸϲ θεραπείαν δίδοϲθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει πίνειν οὐ μόνον τὸν Μαχάονα ἀλλὰ καὶ τὸν Νέϲτορα τὸ τοῖϲ κεκμηκόϲι ϲκευαζόμενον ποτόν —τοιοῦτον γὰρ προϲφέρειν καὶ τὴν Κίρκην τοῖϲ πρὸϲ αὐτὴν καταγομένοιϲ (κ 234) ἀπὸ τοῦ καιροῦ λύουϲιν. οὐ δεόντωϲ, φαϲὶν, ὁ Μαχάων καὶ ταῦτα ἰατρὸϲ ὢν τὸν κυκεῶ προϲφέρεται, ϲυνεϲτῶτα ἐκ μέλανοϲ οἴνου —τοιοῦτοϲ γὰρ ὁ Πράμνιοϲ —καὶ τυροῦ ἐπικεκνηϲμένου καὶ ἀλφίτων φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖϲ τραυματίαιϲ. πρῶτον μὲν οὖν φαμεν, ὅτι τὴν δίαιταν ἠγνόουν 25 καὶ ἀνδρειότερα ὅμωϲ εἶχον τὰ ϲώματα, ὡϲ καὶ ἀγωνίζεϲθαι τοὺϲ τραυματίαϲ, εἶτα ὅτι ἀρίϲτου ἰατροῦ ἐϲτι τὸ ἰᾶϲθαι μὴ μετακινοῦντα τὴν ϲυνήθη δίαιταν. ἄλλωϲ τε ἐξ ἐπιπολῆϲ ἡ πληγή· εἰ δὲ καὶ κατὰ βάθουϲ, οὐδ᾿ οὕτωϲ ἀδόκιμον τὸ πόμα· ῥύϲιϲ γὰρ αἵματοϲ λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλαϲ οἶνοϲ παχύνων τοὺϲ χυμὸϲ καὶ τὴν ἐπίρρυϲιν τοῦ αἵματοϲ τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ ϲυϲτέλλει ὅθεν καὶ τοῖϲ κοιλιακοῖϲ αὐτὸν ἔνιοι προϲάγουϲι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ ὑγρά. καὶ τὸ κρόμυόν ἐϲτι διουρητικὸν καὶ μάχεται τῇ φλεγμονῇ· ὅθεν καὶ τοῖϲ κυνοδήκτοιϲ αὐθωρὸν προϲάγεται. ἢ οὐ πρὸϲ θεραπείαν ἀλλὰ πρὸϲ ἀνάψυξιν ἐδίδοτο τὸ πόμα, καὶ Νέϲτωρ γοῦν λαμβάνει· τοῖϲ κακοπαθοῦϲι γὰρ ἐπιτήδειοϲ ὁ κυκεὼν τροφὴν ἅμα καὶ ποτὸν ἔχων.