Ancient Greek · ~6 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 636
Not analysed yet
636. 37. Νέϲτωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. διὰ τί πεποίηκε μόνον τὸν Ννέϲτορα αἴροντα τὸ ἔκπομα οὐ γὰρ εἰκὸϲ ῥᾷον αἴρειν νεωτέρων νεώτερον L. καὶ Ϲτηϲίμβροτοϲ οὖν φηϲιν, ἵνα δοκῇ εἰκότωϲ πολλὰ ἔτη βεβιωκέναι· εἰ γὰρ παράμονοϲ ἡ ἰϲχὺϲ καὶ οὐχ ὑπὸ γήρωϲ μεμάρανται, καὶ τὰ τῆϲ ζωῆϲ εὔλογον εἶναι παραπλήϲια. Ἀντιϲθέν ηϲ δέ· οὐ περὶ τῆϲ κατὰ χεῖρα βαρύτητοϲ λέγει, ἀλλ’ ὅτι οὐκ ἐμεθύϲκετο ϲημαίνει· ἀλλ’ ἔφερε ῥᾳδίωϲ τὸν οἶνον. Γλαῦκοϲ Γλαύκων dubitanter Heitz, d. verl. Schrft. d. Aristot, p. 260, 2 δέ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέϲου δὲ πᾶν εὔφορον. Ἀρι δὲ τὸ Νέϲτωρ ὁ γέρων ἀπὸ κοινοῦ ἔφη δεῖν ἀκούειν ἐπὶ τοῦ ἄλλοϲ, ἵν᾿ ᾖ ἄλλοϲ μὲν γέρων μογέων ἀποκινήϲαϲκε τραπέζηϲ, Νέϲτωρ δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρεν, πρὸϲ γὰρ τοὺϲ καθ’ ἡλικίαν ὁμοίουϲ γενέϲθαι τὴν ϲύγκριϲιν. οὐχ, ὥϲ τινεϲ, ἐπὶ μαχάονοϲ τὸ ἄλλοϲ ἐκδέχεϲθαι χρή, ἀλλ’ ἀορίϲτωϲ πρὸϲ ἔπαινον τοῦ γέροντοϲ· θέλει γὰρ εἰπεῖν, ὅτι παντὸϲ νέου ϲωφρονέϲτερον ἐβάϲταζε τὸ τὸν Lp ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ ἄλλοϲ μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέϲτωρ ἀμογητὶ ἄειρεν add. *B. Ϲτηϲίμβροτοϲ δέ φηϲιν κτλ, v. ad p. lin. 12. τὰ γὰρ ἄχθη οὐχ οἱ ἰϲχυροὶ ἀλλ’ οἱ ἔμπειροι φέρουϲι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίϲτου, οὐκ ἂν νέοϲ ἀπεκίνηϲεν αὐτὸ τῆϲ om. Lp τραπέζηϲ, οὐ διὰ τὸ μὴ δύναϲθαι, ἀλλὰ διὰ τὸ πῶϲ μὴ εἰδέναι εἰ γὰρ οὐχ ὡϲ ἔδει αὐτὸ ἦρε κῆρε L, θραῦϲιν ἂν 10 ἠπείληϲε· δίχειρα γὰρ δυϲὶν ἀφ’ ἑκάϲτηϲ ἑκάϲτοιϲ Lp χειρὸϲ δακτύλοιϲ τῶν ὤτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπιυϲ.