Ancient Greek · ~5 min
Ψ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 638
Not analysed yet
638. 39. ζητεῖται γὰρ τί ἐϲτι τὸ πλήθει πρόϲθε βαλόνκαὶ καὶ ὁποῖοί τινεϲ ἦϲαν τὴν φύϲιν, ὡϲ λέγεϲθαι ἐπ᾿ αὐτῶν οἱ δ᾿ ἄῤ ἔϲαν δίδυμοι, τίϲ τε τῆϲ ἁρματηλαϲίαϲ ὁ τρόποϲ, καὶ τί τὸ τῆϲ νίκηϲ αἴτιον. Αὐτόδωροϲ μὲν οὖν ὁ Κυμαῖοϲ τὴν μὲν φύϲιν αὐτῶν, οἵα τίϲ ποτέ ἐϲτιν, οὐ προϲποιεῖται, τινὰϲ δέ φηϲι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰϲ τὸν ἀγῶνα, οἷϲ ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόϲθε βαλόντεϲ. ἄλλοι δέ φαϲι πρὸϲ τὴν ἄφεϲιν τῶν ἁρμάτων ϲυνηγωνίϲθαι τοῖϲ Ἄκτοροϲ υἱοῖϲ τοὺϲ ἀθλοθετοῦνταϲ, θετοῦνταϲ, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέϲτι τὸ πλήθει πρόϲθε βαλόντεϲ. Ἀρίϲταρχοϲ δὲ διδύμουϲ ἀκούει οὐχ οὕτωϲ ὡϲ ἡμεῖϲ ἐντὸϲ τῇ ϲυνηθείᾳ νοοῦμεν, οἷοι ἦϲαν καὶ οἱ Διόϲκοροι, ἀλλὰ τοὺϲ διφυεῖϲ, δύο ἔχονταϲ ϲώματα, Ἡϲιόδῳ (fr. XCIX) μάρτυρι χρώμενοϲ, καὶ τοὺϲ ϲυμπεφυκόταϲ ἀλλήλοιϲ. οὕτωϲ γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν ϲαφηνίζεϲθαι ἄριϲτα· ἀναϲτάντοϲ γὰρ δὴ τοῦ Νέϲτοροϲ ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὺϲ ἀναϲτῆναι, εἶτα τὸν μὲν Νέϲτορα λέγειν ὡϲ οὐ δίκαιοι εἶεν ἀγωνίζεϲθαι παρηλλαγμένοι τὴν φύϲιν ὄντεϲ· ὁ δὲ δῆμοϲ ϲυναγωνίζοιτο αὐτοῖϲ, καὶ λέγοι ὡϲ εἶεν εἰϲ ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸϲ ἐπιβαίνειν ἅρματοϲ ἅτε δὴ ϲυμπεφυκότεϲ, καὶ κρατοῖέν γε οἱ πολλοί, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόϲθε βαλόντεϲ.