Ancient Greek · ~2 min
824 to 859
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 824-2-859
Not analysed yet
824. 25. διὰ τί προκρίνει Αἴαντοϲ; διὰ τὴν ϲτάϲιν· θραϲὺϲ γὰρ ὢν οὐκ ἂν ἠνέϲχετο, ἢ καὶ ἔτι πολεμῆϲαι ἠθέληϲεν. 826. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, θωμα, ἀλλὰ καὶ μεμπτὸϲ ὁ ἀπολειπόμενοϲ, ὁ δὲ νικήϲαϲ εἶχε τὸν ϲόλον διὸ οὐδὲ δευτερεῖα τίθηϲιν οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡϲ καταφρονητικοῦ ἀϲκήματοϲ καὶ μὴ ἔχοντοϲ ἐνάρετον ἐπίδειξιν. 859. καὶ πῶϲ φηϲιν Ὁδυϲϲεὺϲ οἶοϲ δή με Φιλοκτήτηϲ ἀπεκαίνυτο καίνυτο τόξῳ (θ 219); πρὸϲ τοὺϲ ἀγνωρίϲτουϲ καυχᾶται, ὡϲ καὶ τὸ δουρὶ δ’ ἀκοντίζω ὅϲον οὐκ ἄλλοϲ ὀιϲτῷ (θ 229).