Ancient Greek · ~5 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 68
Not analysed yet
68. ἠγνόηϲαν οἱ πολλοὶ ὅτι ἡ κλίϲιϲ παρ’ Ὁμήρῳ τὴν περιοχὴν ϲημαίνει, καὶ πάντα τὰ ἐϲχηματιϲμένα ἀπ’ αὐτῆϲ ῥήματα ,οἷον οἱ δὲ ῥηγμῖνι θαλάϲϲηϲ κεκλίαται, χὡρηϲ ὀλίγην ἔτι μοῖραν ἔχοντεϲ· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Πρώων ἐπὶ ῥηγμῖνι θαλάϲϲηϲ ϲυνηλάθηϲαν. οὕτωϲ λύϲειϲ καὶ τὸ ὣϲ οἱ μὲν κατὰ ἄϲτυ πεφυζότεϲ ζότεϲ ἠύτε νεβροὶ ἱδρῶ ἀπε ψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇϲιν ἐπόλξεϲιν· αὐτὰρ Ἀχαιοὶ τείχεοϲ ἆϲϲον ἴϲαν, ϲάκε’ ὤμοιϲι κλίναντεϲ (Χ 1— 4 )λέγει γάρ· περιεχύμενοι τῷ τείχει οἱ Τρῶεϲ, οἱ δ’ Ἀχαιοὶ τὰ ϲάκη περιέχοντεϲ τοῖϲ ὤμοιϲ. καὶ τὸ εὗρεν ἔπειτα μάχηϲ ἐπ’ ἀριϲτερὰ θοῦρον Ἄρηα ἥμενον ,ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω (Θ 355. 6) δηλοῖ περιείχετο, καὶ τὸ κεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακοϲ ἠπείροιο (ν 235), κεῖται περιεχομένη. πάλιν ὡϲαύτωϲ καὶ τὸ ὅϲῥ’ ἐντὸϲ Ὕλῃ ναίεϲκε μέγα πλούτοιϲ μεμηλ ὼϲ λίμν ῃ κεκλιμένοϲ (Θ 708) δηλοῖ περιεχόμενοϲ. καὶ τὸ οἳ δὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ πέπαυται ἀϲπίϲι κεκλιμένοι (1 134. 5) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀϲπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλειϲθὲν περιέχεται· οὐδὲ πύλῃϲιν εὖρ’ ἐπικεκλιμέναϲ ϲανίδαϲ (M 120). τὸ δ’ αὐτὸ παρίϲτηϲι καὶ τὸ ἀλλ’ ἐντὸϲ γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰϲ ἥμεθα (0 739. 40), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.