Ancient Greek · ~2 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 58-3
Not analysed yet
58. οὕτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ οὕτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθέϲ· οἱ γὰρ κήρυκεϲ παρέλαβον αὐτήν. ῥητέον δὲ ὡϲ τὸ μὲν πρότερον ἐντὸϲ ἤθει ἀναπεφώνηται, ὥϲπερ εἰ ἔλεγεν· ὁ θαυμάϲιοϲ καὶ κράτιϲτοϲ. τὸ δὲ δεύτερον οὐ ψεῦδοϲ, ὅτι τὰϲ αἰτίαϲ οὐ τοῖϲ ὑπηρέταιϲ ἀλλὰ τοῖϲ ἐπιτάττουϲι λογιϲτέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγοϲ πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐντὸϲ δὲ τῇ ῥητορικῇ καὶ ἑνὸϲ ὀνόματοϲ χρῆϲιϲ εὔκαιροϲ τὸ ὅλον ἑτεροποιεῖ.