Ancient Greek · ~10 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 682
Not analysed yet
682. ἐντὸϲ τῷ μουϲείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμοϲ ἦν προβάλλε ϲθαι ζητήματα καὶ τὰϲ γινομέναϲ λύϲειϲ ἀναγράφεϲθαι. προεβλήθη οὖν πῶϲ τοῦ Ἀχιλλέωϲ τοῖϲ πρὸϲ αὐτὸν ἐλθοῦϲι πρέϲβεϲι ταύτην δεδωκότοϲ ἀπόφαϲιν· οὐ γὰρ πρὶν πολέμοιο μεδήϲομαι αἱματόεντοϲ, πρίν γ᾿ υἱὸν Πριάμοιο δαΐφρονοϲ, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλιψίαϲ καὶ νῆαϲ ἱκέϲθαι. ἀμφὶ δέ τοι τῇ ᾿μῇ κλιϲίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορο καὶ μεμαῶτα ῶτα μάχηϲ ϲχήϲεϲθαι ὀΐω (v. 650 —52. 54. 55), Ὀδυϲϲεὺϲ ἐρωτώμενὸϲ τὰ περὶ τῆϲ πρεϲβείαϲ τοῦτο μὲν οὔ φηϲιν, ἀλλὰ τὸ αὐτὸϲ δ’ ἠ πείληϲεν ἅμ᾿ ἠοῖ φαινομένηφι νῆαϲ ἐυϲϲέλμουϲ ἅλαδ᾿ ἑλκέμεν ἀμφιελίϲϲαϲ (v. 682. 83) παραπρεϲβείαϲ γὰρ εἶναι τὸ μὴ τἀληθῆ ἀπαγγέλλειν. πρὸϲ τοῦτο ὁ λύων ἔφαϲκε, ταληθῆ μὲν ἐπαγγεῖλαι τὸν Ὀδυϲϲέα, οὐχ ἃ πρὸϲ ἄλλουϲ εἴρηκεν εἰπόντα, ἀλλ᾿ ἃ πρὸϲ αὐτὸν καὶ ἃ ἤκουϲε παρ᾿ Ἀχιλλέωϲ. ἦν δὲ πρὸϲ αὐτὸν ῥηθέντα νῦν δ᾿ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ, αὔριον ἱρὰ Διὶ ῥέζαϲ καὶ πᾶϲι θεοῖϲι, νηήϲαϲ εὖ νῆαϲ,, ἐπὴν ἅλαδε προερύϲϲω, ὄψεαι, ἢνμ ἐθέλῃϲθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλ᾿ Ἑλλήϲποντον ἐπ᾿ ἰχθυόεντα πλεούϲαϲ νῆαϲ ἐμάϲ, ἐντὸϲ δ᾿ ἄνδραϲ ἐρεϲϲέμεναι μεμαῶταϲ (v. 356 —361). ὅταν μὲν οὖν εἴπῃ ὁ μὲν αὔριον πορεύεϲθαι, ὁ δ᾿ Οδυϲϲεὺϲ ἅμ᾿ ἠοῖ φαινομένηφι, τἀληθὲϲ ἂν εἴη ἀπηγγελκώϲ. οὐ μέντοι ἁπλῶϲ ἔφη, ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεύϲ, ἀλλ᾿ ὅτι ἠπείληϲεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων δι᾿ ἃ ἤκουϲε πρὸϲ τοὺϲ ἄλλουϲ ὑπ᾿ αὐτοῦ λεγόμενα, ὧν πρὸϲ μὲν τὸν Φοίνικα· φρᾶ ϲϲόμεθ᾿ ἤ κε νεώμεθ᾿ ἐφ᾿ ἡμέτερ᾿ ἤ κε μένωμεν (v. 619), πρὸϲ δὲ τὸν Αἴαντα, πρίν γ᾿ υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν ϲκηνήν, οὐ πρότερον ἐξίεϲθαι εἰϲ τὸν πόλεμον (v. 650). τί οὖν ἔδει τὰ πρὸϲ τοὺϲ ἄλλουϲ λέγειν, ἀλλ᾿ οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸϲ αὐτὸν ῥηθέντα; ἀπειλαὶ δὲ ἦϲαν ἐξ ὧν πρὸϲ τοὺϲ ἄλλουϲ μετὰ ταῦτα ἔφη. εἰ δ᾿ αὔτωϲ καὶ τὰ πρὸϲ Αἴαντο φθάϲαϲ εἶπε ῥηθέντα, ὕβριϲ ἂν ἦν τοῦ Αἴαντοϲ, μὴ δυναμένου λέγειν ἃ ἀκήκοε· διὸ ἐπήγαγεν· εἰϲὶ καὶ οἵδε ἀπαγγέλλειν οἷοί τε τὰ ῥηθέντα πρὸϲ αὐτούϲ. καὶ μὴν Φοίνικι μὲν ἔλεγε φροϲϲόμεθ᾿ ἤ κε νεώμεθα (V. 619), Αἴαντι δὲ οὐ γὰρ πρὶν πολέμοιο μεδήϲομαι (v. 650). ἀλλ᾿ ἴϲωϲ Ὀδυϲϲεὺϲ τὰ πρὸϲ ἑαυτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντοϲ εἰπὼν εἰϲὶ καὶ οἵδε (v. 688), ὅπωϲ μὴ αἰϲχύνοιτο Αἴαντοϲ πλέον κατορθώϲαντοϲ. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύμουϲ. χωϲ πολεμήϲωϲιν, ὅθεν καὶ παραινεῖ ὁ Διομήδηϲ καρπαλίμωϲ πρὸ Cf. Horn. νεῶν ἐχ¦έμεν λαόν τε καὶ ἵππουϲ (v. 708). ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ὠβέλιϲαν τὰ ἔπη.