Ancient Greek · ~2 min
617 to 656
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 617-656
Not analysed yet
617. διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύϲ: ῥητέον οὖν ὅτι γνοὺϲ παρακεκλῆϲθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονοϲ τῇ πρεϲβείᾳ ἐφοβήθη, μή μετὰ μείζονοϲ δεήϲεωϲ πάλιν ἐκπεμφθῇ, καὶ δὶϲ ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡϲ ὡμολογημένον αὐτὸ λαμβάνουϲιν, ὅτι ὡϲ τροφέα αὐτὸν κατέχει. 656. ἀπορία. ζητεῖται διὰ τί μετὰ τὴν πρὸϲ Αἴαντα Ἀχιλλέωϲ ἀπόκριϲιν Ὀδυϲϲεὺϲ οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ ϲκληρῶϲ ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸϲ τούϲ ζητοῦνταϲ, τίνοϲ ἕνεκεν ἄλλοι τινὲϲ οὐκ ἐπρέϲβευϲαν, ἀλλ᾿ οὗτοι, ὅτι κρείττονεϲ ἐδόκουν.