Ancient Greek · ~4 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 701
Not analysed yet
701 sqq. διὰ τί οὐ τὰϲ πρώταϲ ναῦϲ ἐνέπρηϲαν οἱ Τρῶεϲ· εἰϲωποὶ δ’ ἐγένον τὸ νεῶν, περὶ δ’ ἔϲχεθον ἄκραι (v. 653) καὶ τὰ ἑξῆϲ πότερον ὅπωϲ πλείϲταϲ ἀπὸ τῆϲ περιεχομένηϲ διαφθείρωϲιν, ἢ, ὅπωϲ μὴ διὰ πυρὸϲ ἀναχωρήϲωϲιν, ἢ ὅτι αὐτῶν ἦϲαν, ὧν ἤδη ἐντὸϲ Π. ἦϲαν. ἐζήτηται διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεϲιλάου παρέδωκε ναῦν καιομένην. ῥητέον οὖν ὅτι ᾐδέϲθη ὁ Ὅμηροϲ εἰπεῖν ἐμπρῆϲαί τινα τῶν ζώντων, μήπωϲ ἀνανδρίαν αὐτοῦ τιϲ δόξη καταγινώϲκειν. εὐπρεπῶϲ ἐπὶ τὴν τοιαύτην ναῦν ἤγαγε τὸν Ἔκτορα, ἧϲ οὔτε τὸν ἡγεμόνα μέμψαϲθαι ἐνῆν μὴ κωλύϲαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), τούϲ τε πολίταϲ ϲυγγνώμηϲ ἄν τιϲ ἀξιώϲαι, εἰ ἀϲτρατήγητοι ὄντεϲ ἀδυνάτωϲ εἶχον ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντόϲ τινοϲ ἐπάξῃ τὸ ὄνειδοϲ, τὴν Πρωτεϲιλάου φηϲί, πρώτην κατὰ τὰϲ πύλαϲ οὖϲαν ενθ’ ἔϲαν Αἴαντόϲ τε νέεϲ καὶ Πρωτεϲιλάου (N 681 ). ἴϲωϲ δὲ καῦϲαι πάϲαϲ οὐκ ἠθέληϲεν.