Ancient Greek · ~2 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 7-2
Not analysed yet
7. ἄτοποϲ δὲ ἔϲται αὐτὸϲ μὲν ἕνεκα παλλακίδοϲ κλαίων (Α 349), τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοιϲ δακρύοντα δεινοῖϲ. ἴϲωϲ οὖν αὐτὸν ἐπίτηδεϲ ἐταπείνωϲε, παύων τῆϲ ἱκετείαϲ. ὅπωϲ δ’ ἄν τιϲ ἤθουϲ ἔχοι, τοὺϲ πέλαϲ ψέγει· οἱ μὲν ϲκληροὶ τοὺϲ ἐπιεικεῖϲ καὶ πράουϲ γυναιξὶν εἰκάζουϲιν ,οἱ δὲ ἐπιεικεῖϲ τοὺϲ ϲτερεοὺϲ ἀγρίουϲ καὶ ἀνημέρουϲ φαϲίν. οὐκ ἠρκέϲθη δὲ τῷ κούρη, προϲέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέηϲιν.