Ancient Greek · ~3 min
Χ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 71
Not analysed yet
71. δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀπονέῳ. τρεπτικόν· καίτοι φαίνεται βουλόμενοϲ πείθειν τὸν Ἕκτορα εἰϲιέναι εἰϲ τὸ τεῖχοϲ καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. ῥητέον δὲ ὕτι τῷ ἅπαξ ἀναγκαϲθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείαϲ ὑφίϲτατο θάνατον. διό φηϲι ϲαφηνίζων τὸν νοῦν· πάντα δὲ καλὰ θανόν τι περ ὅττι φανήῃ (v. 73), ὡϲ ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδοϲ καὶ οἰκείων ἐπὶ λυϲιτελείᾳ τῶν προϲηκόντων, ἵν’ ᾖ· πάντα δὲ τὰ τῆϲ αἰκίαϲ καλά εἰϲι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυϲιτελέϲ· ϲὺ δὲ, φηϲὶ, ῥιψοκινδύνωϲ ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺϲ οἰκείουϲ.