Ancient Greek · ~3 min
Ψ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 71-2
Not analysed yet
71 Πῶϲ ὁ μὲν Πάτροκλοϲ λέγει· θάπτε με ὅττι τάχιϲτα, θάπτε με. πύλαϲ Ἀίδαο περήϲω, εἰπὼν δὲ καὶ τὴν αἰτίαν προϲτίθηϲι δι’ ἣν ταφῆναι (τῆλέ με εἴργουϲι ψυχαὶ εἴδωλα καμόντων), ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ, ἀποθανόντων τῶν μνηϲτήρων πρὶν ταφῆναι, φηϲὶν Ἑρμῆϲ δὲ ψυχὰϲ Κυλλήνιοϲ ἐξεκαλεῖτο ἀνδρ ῶν μνηϲτήρων (ω l. 2), εἶτα ἄγει λαβὼν αὐτὰϲ εὐθὺϲ εἰϲ Ἅιδου, κἀκεῖ τοῖϲ περὶ τὸν Ἀλαμέμνονα ἐντυγχάνουϲιν εἰ γὰρ οἱ ἄταφοι τοῖϲ ἄλλοιϲ οὐ μίγνυνται νεκροῖϲ, ἐνταῦθα δὲ πληϲιάϹουϲιν, μὴ ἐναντίωμα ᾖ. λύεται δὲ τοῦτο ἐκ τοῦ προϲώπου· τὰ μὲν γὰρ περὶ τοὺϲ μνηϲτῆραϲ ὁ ποιητὴϲ ἀπεφήναιο, καὶ τὸ ἀληθὲϲ οὕτωϲ ἔχει· τὰ δὲ ἕτερα φανταϲθῆναί φηϲι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶϲ ἐπιϲτάντοϲ αὐτῷ εἴτε καὶ ἄλλωϲ τοῦτο νομίϲαντα.