Ancient Greek · ~12 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 73.1
Not analysed yet
73. διὰ τί ὁ Ἀγαμέμνων ἀπεπειρᾶτο τῶν Ἀχαιῶν, καὶ οὕτωϲ ἔπραξεν ὥϲτε ὀλίγου τὰ ἐναντία ϲυμβῆναι ἢ ἐβουλεύετο: καὶ τὸ κώλυμα ἀπὸ μηχανῆϲ· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυϲεν· ἐϲτι δὲ ἀποίητον τὸ μηχάνημα λύειν ἄλλωϲ εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φηϲὶ δὲ ὁ Ἀριϲτοτέληϲ, ποιητικὸν μὲν εἶναι τὸ μιμεὶϲθαι τὰ εἰωθότα γίνεϲθαι καὶ ποιητῶν μᾶλλον τὸ κινδύνουϲ παρειϲάγειν. εἰκὸϲ δὲ καὶ ἐκ λοιμοῦ πεπονημένουϲ καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήϲανταϲ, καὶ τοῦ Ἀχιλλέωϲ μετὰ τῆϲ οἰκείαϲ δυνάμεωϲ ἀποϲτάντοϲ, καὶ αὐτοῦ ἀφαιρεῖϲθαι ἐντὸϲ τῇ ἐκκληϲίᾳ τὴν Βριϲηΐδα λέγοντοϲ εἰϲ φόβον τῶν ἄλλων· ϲτυγέει δὲ καὶ ἄλλοϲ ἶϲον ἐμοὶ φάϲθαι καὶ ὁμοιωθήμεναι ἄντα (Α 186), καὶ θορύβου γε ἐκ τῆϲ ἐξαναϲτάϲεωϲ τοῦ Ἀχιλλέωϲ γεγονότοϲ, μὴ εὐθὺϲ παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήϲαϲθαι δεῖν εἰ οὕτωϲ ἔχουϲιν. εἰ γὰρ ἄνευ πείραϲ πολεμεῖν ἐκέλευε τοὺϲ οὕτω διακειμένουϲ, ϲυνέβη δὲ ἀντειπεῖν τινάϲ, ἀνάϲτατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάϲταϲιϲ πάντων, καὶ λοιπὸν ἡ δέηϲιϲ τοῦ βαϲιλέωϲ, ἡ κόλαϲιϲ τῶν ἀπειθούντων. ἀναγκοία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦϲθαι παραγγεῖλαι τοὺϲ ἡγεμόναϲ, ἐντὸϲ ᾧ αὐτοὺϲ φθάϲαϲ ἐναντίουϲ παρακαλεῖ γενέϲθαι τῆϲ αὑτοῦ εἰϲ ἀπόϲταϲιν τοῦ πολέμου πείραϲ. προληφθέντεϲ γὰρ ταῖϲ πρὸϲ αὐτὸν ὁμολογίαιϲ, ἄτοποι εὑρίϲκονται μὴ κωλυταὶ γινόμενοι, ὥϲπερ ϲυνέθεντο, ϲυμπράκτορεϲ δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυϲϲεῖ εὐλόγωϲ λείπεται ἡ πρὸϲ τοὺϲ τοιούτουϲ ἐπίπληξιϲ, ἐπὰν λέγῃ· ἐντὸϲ βουλ ῇ δ’ o ὐ πάντεϲ ἀκούϲαμεν οἷον ἔειπε (Β 194). τὸ μὲν οὖν αὐτὸν παραγράφειν καλεῖν οὕτωϲ ἔχονταϲ πολεμεῖν ἐπίφθονον ἦν, ἐκέλευϲε δ’ αὐτοῦ λέγοντοϲ, ὡϲ δεῖ ἀπιέναι, τοὺϲ ἄλλουϲ κωλύειν· ὑμεῖϲ δ’ ἄλλοθεν ἄλλοϲ ἐρητύειν ἐπέεϲϲιν (v. 75). ϲυνέβη δὲ ἃ εἰκὸϲ ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο ἀϲμένωϲ ἀκοῦϲαι καὶ φθάϲαι ἀναϲτάνταϲ πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶϲ ἐβουλεύϲατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶϲ, ἀλλ’ ἐκ τοῦ πῶϲ κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγωϲ ἐπιπολλῆϲ τυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέϲτηϲαν πρίν τινα ἀντειπεῖν. τί γὰρ ἔφη ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεὶϲ δ’ ἄλλοθεν ἄλλοϲ ἀντιλέγετέ μοι πρὸϲ τοῦτο, οὐ προϲδοκήϲαϲ ὅτι πρὶν ἀντειπεῖν αὐτῷ ἔϲται τι τῶν ἀτόπων, οὐδ’ ὅτι τὸ πλῆθοϲ ἅμα τῷ φᾶναι αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἄμα δὲ καὶ ὁ ποιητὴϲ ἀγωνιᾶϲθαι πεποίηκε τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰϲ ὀρθὸν ἐλθεῖν τραγικόν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκοϲ. ἡ δὲ λύϲιϲ οὐκ ἀπὸ μηχανῆϲ· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτ’ ἔϲτιν, ἅμ’ ὅτε πρόϲκειται ται θεόϲ. ἀλλὰ τοῦτ’ εἰπ ὼν ὃ εἰκὸϲ ἦν αὐτοῖϲ γίνεϲθαι. εἰϲ θεὸν ἀνέθηκε τὸν Ὀδυϲϲέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκόϲ ἐϲτιν, ὡϲ τὸ καὶ φεύγειν ἐντὸϲ νηυϲὶ πολυκλήϊϲι κελε ύϲω· ὑμεῖϲ δ’ ἄλλοθεν ἄλλοϲ ἐρητύειν. ἢ οὐ τοὺϲ φεύγονταϲ ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτ’ ἔϲεϲθαι), ἀλλ’ ἐμοὶ ἀντιλέγειν, ἐπέχειν καὶ μένειν ϲυμπλεκόμενον βουλεύονταϲ, καὶ τοῦτο ποιοῦνταϲ πρὸϲ ἐμὲ διδάϲκειν ὡϲ χρὴ μένειν καὶ μὴ τοῖϲ ὑπ’ ἐμοῦ ῥηθεῖϲι περὶ φυγῆϲ πείθεϲθαι.