Ancient Greek · ~8 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 8
Not analysed yet
8 sqq. ἀποροῦϲι πῶϲ καὶ ὁ Ζεὺϲ οὐκ ἀληθεύει, ὑπιϲχνούμενοϲ νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυια ν (v. 12), καὶ ὁ Ἀγαμέμνων ἀπατᾶται καὶ ὁ ὄνειροϲ ὀλοόϲ. ὀλοὸϲ μὲν οὖν ὁ ὄνειροϲ, ὅτι οὐ ϲαφήϲ, Ἀγαμέμνων δὲ νήπιοϲ, ὅτι ἀφροϲύνηϲ ἡ ἀπάτη γίνεται· τὸ γὰρ νῦν κεν ἕλοι Πριάμοιο πόλιν εἰϲ μίαν περιέϲτηϲε ?,περϊέϲτγ, suprascript. η, cod. ἡμέραν. καὶ ὅτι οὕτωϲ ὑπέλαβε καὶ ἤκουε τὸ νῦν δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ· φῆ φή, duae litt. eras, γὰρ ὅγ’ αἱρήϲειν Πριάμου πόλιν ἤματι κείν ῳ ν ήπιοϲ (v. 37 ). Ζηνόδοτοϲ δὲ παριϲτὰϲ τὴν τοῦ Διὸϲ ἀλήθειαν φηϲὶ κατ’ ἐκείνην ἑαλωκέναι τὴν ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι ϲυνεχύθηϲαν, ἡ πόλιϲ ἀπώλετο· ἐντὸϲ γὰρ τῷ παραϲπονδῆϲαι παραϲπονδίϲαι cod. τὸ μηκέτι ϲωθῆναι κατεψηφίϲθη. Ἀ πίων δέ φηϲιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺϲ κατ’ ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆϲ Τροίαϲ ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ ϲυναναϲτρέφουϲα τοὺϲ Τρῶαϲ (Δ 73). ἔπειτα ἐρρήθη πανϲυδίῃ ἐξάγειν τοὺϲ Ἕλληναϲ, ὁ δὲ παρῆκεν ο μικρὰν μικροῦ cod. ,corr. Vill. μερίδα τὴν τοῦ Ἀχιλλέωϲ. πῶϲ οὖν ἀληθεύει καὶ ἐντὸϲ τῷ ἐπέγναμ ψε γὰρ ἅπανταϲ Ἥρη λιϲϲομένη (v. 14); καὶ τοῦτο ἀληθέϲ· πέπεικε γὰρ ἡ Ἥρα· φηϲὶ γάρ · ὃϲ τό τ’ ἔμοιγε καὶ Ἥρῃ ϲτεῦτ’ ἀγορεύων Τρωϲὶ μαχήϲεϲθαι (ε 832). τὸ οὖν νέφοϲ τοῦ Ἄρεωϲ ἔταξε κατὰ πλήθουϲ. ἀπρεπὲϲ δὲ τὸ λέγειν παν ϲυδίη· νῦν γάρ κεν ἕλοι ἕ cod. Τώων πόλιν εὐρυά γυιαν (v. 12). τὸ γὰρ ψεύδεϲθαι τὸν Δία αἱρήϲειν μέλλοντα τὴν πόλιν ἄτοπον. ἡ δὲ λύϲιϲ ἀπὸ τῆϲ λέξεωϲ· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐντὸϲ οἷϲ περιέχεται οὐ μόνον τὸ τήμερον ἀλλὰ καὶ ἐντὸϲ τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανϲυδίῃ ϲημαίνει μετὰ πάντων, ὥϲτε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτε μέν. οἱ δὲ ἀπὸ τοῦ ἔθουϲ· καὶ γὰρ ϲτρατηγοῖϲ καὶ βαϲιλεῦϲι ϲυγκεχώρηται εἰϲ τὸ πρόϲφορον ψεύδεϲθαι· καὶ δὴ καὶ τὸν Δία εἰϲάγει τοιοῦτον τῷ ἔθει ἑπόμενον.