Ancient Greek · ~4 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 74
Not analysed yet
74 sqq. ἐζήτηται πῶϲ ὁ Ἀγαμέμνων οὕτωϲ ἀϲτρατήγωϲ φυγεῖν προϲτάϲϲει τοῖϲ Ἔλληϲι, λέγων νῆεϲ ὅϲαι πρ ῶται . ῥητέον οὖν, ὅτι ὁ Ἀγαμέμνων γινώϲκων αὐτοὺϲ μὴ φευξομένουϲ διὰ τὴν οἰκείαν ἀρετήν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺϲ πολεμίουϲ, ἐπιτρέπει αὐτοῖϲ φεύγειν, ἵνα μὴ δόξη παρὰ δύναμιν κατέχων αὐτοὺϲ ἕνεκα τοῦ καθ’ ἑαυτὸν χρηϲίμου αἴτιοϲ γίνεϲθαι τοῦ πάνταϲ ἀπολέϲθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίϲηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖϲθαι ποιεῖν, καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆϲ φυγῆϲ ἀδοξίαν ἕνεκεν τῆϲ ἐκείνων ϲωτηρίαϲ. ἢ νοϲῶν οὐχ ὁρῇ τὸ χρειῶδεϲ, ἢ τῶν ἀριϲτέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐντὸϲ ἡϲυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουϲι τοῖϲ ὑπερέχουϲιν ἕκαϲτοϲ, κινδύνου δὲ ἐπιγενομένου δηλοῦϲι τὴν προαίρεϲιν, οὐδὲν τῆϲ οἰκείαϲ ἀφϲφαλείαϲ προτιμῶντεϲ. καὶ ἰδίωϲ μὲν αὐτὸϲ πάλιν δοκιμάζειν βούλεται. καὶ πρὸϲ ϲώφροναϲ ὁ λόγοϲ, καὶ οὐκ εὐθὺ πηδήϲουϲι πρὸϲ πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν ϲτρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡϲ τοῦ παρόντοϲ κινδύνου διὰ τὴν Ἀχιλλέωϲ μῆνιν τὴν αἰτίαν φέρων.