Ancient Greek · ~3 min
109 to 147
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 109-147
Not analysed yet
109. ἐζήτηται διὰ τί νῦν Διομήδηϲ ϲυμβουλεύει καὶ οὐχ ὁ Νέϲτωρ. ῤητέον οὖν ὅτι τὸ μὲν γῆραϲ ἐντὸϲ τοῖϲ δεινοῖϲ ἐϲτιν ἐπιϲχετικὸν, ἡ δὲ. νεότηϲ θαρϲαλεωτέρα. ἄλλωϲ τε καὶ Διομήδηϲ ἐντὸϲ τῆ προτέρᾳ βουλῇ (I 32 sqq )Θαυμαϲθεὶϲ νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπαϲε τῶν πρεϲβυτέρων τοὺϲ λόγουϲ. 114 sqq. διὰ τί νῦν ὁ Διομήδηϲ ἑαυτὸν γενεαλογεῖ. ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶϲ· δεῖ γὰρ ἐντὸϲ ταῖϲ ϲυμβουλαῖϲ προαποδεικνύειν, ὡϲ εἰϲὶν οὐχ οἱ τυχόντεϲ ἀλλὰ πολλῷ κρείττουϲ, ἵν’ οὕτωϲ ὡϲ ἂν καλλίονεϲ εἰπόντεϲ πείϲωνται. 147. πῶϲ δὲ, φηϲὶν, ὁ Ποϲειδῶν ὁμοιωθεὶϲ πρεϲβύτη ὑπὲρ τὴν ἡλικίαν ἐφθέγγετο: ῥητέον ὅτι τῇ μὲν ὄψει πρεϲβύτηϲ ἐφαίνετο, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο. πῶϲ δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν· ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸϲ αὐγάϲ (N 837 ).