Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 75
Not analysed yet
75. πῶϲ ἔφη τὸν κεραυνὸν ϲέλαϲ δαιόμενον, ϲέλαϲ μὲν γὰρ ἡ φωτὸϲ ἔλλαμιιϲ, καυθεῖϲα δὲ καὶ ἐκπυρωθεῖϲα κεραυνὸϲ γίνεται καὶ οὐκ ἀϲτραπὴ μόνον. . τὸ ϲέλαϲ δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενοϲ οὖν εἰπεῖν ὡϲ οὐκ ἦν ἀϲτραπὴ τὸ γενόμενον ἀλλὰ κεραυνόϲ, μετὰ τὴν βροντὴν προϲέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆϲ ἀϲτραπὴ οὐ κεραυνόϲ, μετὰ γὰρ ἦκε ϲέλαϲ. τὴν βροντὴν ὁ κεραυνόϲ, ὅϲ ἐϲτι καυϲτικόϲ.