Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 97
Not analysed yet
97. ἐζήτηται δὲ πότερον ἄρα οὐδ᾿ ὅλωϲ ἤκουϲεν ὁ Ὀδυϲϲεὺϲ ἢ οὐκ ἐπείϲθη. ῥητέον ὅτι οἱ λέγοντεϲ ὅτι ἀκούϲαϲ οὐκ ἐπείϲθη δειλίαν τοῦ ἥρωοϲ κατηγοροῦϲιν, ἀγνοοῦντεϲ τὸ οὐδ᾿ ἐϲάκουϲεν. οὐ γὰρ τὸ παρακοῦϲαι ἀλλὰ τὸ μὴ αἰϲθέϲθαι τελείωϲ δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸϲ τῶν ἄλλων ἔϲχατοϲ φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμένοϲ. οὐκ ἤϲθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείϲθη διὰ τὸν καιρόν· φεύ- γει γὰρ ϲὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει. πῶϲ γὰρ δειλὸϲ ὁ μετὰ πάνταϲ φεύγων, οὐ γὰρ ἂν Διομήδηϲ τοῦτον μόνον ἐκάλει.