Ancient Greek · ~2 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 765
Not analysed yet
765. ψευδέϲ οὐ γὰρ εἰκοϲτὸν ἴτοϲ δύναται εἶναι, ἐξ οὗ εἰϲ τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴ γε δεκαετὴϲ μὲν ὁ τοῦ πολέμου χρόνοϲ ὁμολογεῖται γεγονέναι, εἰκοϲτῷ δὲ Ὀδυϲϲεὺϲ εἰϲ Ἰθάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐϲτρατολόγουν, χειμάζοντεϲ ἐντὸϲ ταῖϲ ἰδίαιϲ καὶ θέρουϲ εἰϲ Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰϲχὺν τῶν Πρώων πολλὴν οὖϲαν. καί τινεϲ δὲ παρῃτοῦντο τὸν πόλεμον καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐϲτρατολόγουν. νῦν δὲ εἰκοϲτὸν ἔτοϲ ἐϲτὶν ἀπὸ τῆϲ ἁρπαγῆϲ Ἑλένηϲ. ἐπὶ δὲ Ὀδυϲϲέωϲ τὰ δέκα ἔτη τῆϲ ϲτρατολογίαϲ οὐκ ἀριθμητέον.