Ancient Greek · ~4 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 77
Not analysed yet
77. τί βούλεται τὸ Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόν οϲ ὔμμι μάλιϲτα Tρ ώων καὶ Λἁυκίων ἐγκέκλιται, ο ὕνεκ’ ἄριϲτοι πᾶϲαν ἐπ’ ἰΘὗν ἐϲτε μάχεϲθαί τε φρονέειν τε; τὸ μὲν οὖν ἐγκεκλίϲθαι τὸν πόνον αὐτοῖϲ ἔχει τὴν μεταφορὰν ἤτοι ἀπὸ τῶν χειραγωγουμένων δι’ ἀϲθένειαν καὶ ἐπικλινόντων αὺτοὸϲ πρὸϲ τοὺϲ κουφίζονταϲ ἢ ἀπὸ τῶν ζυγοϲτατούντων καὶ ῥεπόντων είϲ μέροϲ. ἡ ῥοπὴ οὖν τῶν πραγμάτων πρὸϲ ὑμᾶϲ ἐϲτι κεκλιμένη, τὸ ἀϲθενὲϲ καὶ ἑαυτὸ φέρειν μὴ δυνάμενον ὑμεῖϲ διακρατεῖτε ὀρθοῦντεϲ. ἢ ἀπὸ τῶν ἐγκεκλιμένων τιτὶ ζώων· ἐγκέκλιται οὖν, ἐντὸϲ τῇ ὑμετέρᾳ φροντίδι περικέκλειϲται ἡ ϲωτηρία τῶν πραγμάτων. καὶ ἡ. αἰτία · o ὕνεκ’ ἄριϲτοι πάϲαν ἐπ’ ἰθύν ἐϲτεἡ ἰθὺϲ οὖν ἡ ὁρμή, ἀπὸ τοῦ πρόϲω φέρεϲθαι. ἐπὶ πάϲαν οὖν ὁρμὴν καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεϲθαί ἐϲτε ἄριϲτοι. ἡ ἰθύϲ ὀρθότηϲ· ἄριϲτοι οὖν ἐϲτε ἐντὸϲ πάϲῃ ὀρθότητι τοῦ τε φρονεῖν καὶ τοῦ μάχεϲθαι. ἀρετὴ τῶν ἡγουμένων βουλεύεϲθαι μὲν ἄριϲτα τὸ ϲυμφέρον, πράττειν δὲ κάλλιϲτα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούϲ, ἱνα ὡϲ φρόνιμοι δέξωνται τὴν ϲυμβουλήν. Ἕκτορα δὲ πέμπει ὡϲ πείϲοντα τὴν θεὸν διὰ τῆϲ ἀξιοπιϲτίαϲ.