Ancient Greek · ~3 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 58
Not analysed yet
58. μιϲητὰ καὶ οὐχ ἁρμόζοντα βαϲιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυϲι θηριότητα, ὁ δὲ ἀκροατὴϲ ἄνθρωποϲ ὤν μιϲεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖϲ τραγῳδίαιϲ κρύπτουϲι τοὺϲ δρῶνταϲ τὰ τοιαῦτα ἐντὸϲ ταῖϲ ϲκηναῖϲ καὶ ἢ φωναῖϲ τιϲιν ἐξακουομέναιϲ δι’ ἀγγέλων ὕϲτερον ϲημαίνουϲι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούγαϲτέρι. μενοι μὴ αὐτοὶ ϲυμμιϲηθῶϲι τοῖϲ δρωμένοιϲ. δεκτέον δὲ λέγειν ὅτι, εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆϲ ἐπιορκίαϲ, ἦν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺϲ ὅρκουϲ καὶ τὴν παράβαϲιν ,οὐκ ἐπαχθῆ. ϲχεδὸν γὰρ καὶ ὁ ἀκροατὴϲ τοῦτο βούλεται τὸ μηδὲ γένοϲ ἐπιλιμπάνεϲθαι τῶν ἐπιόρκων. τάχα γοῦν καὶ ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλωϲ τε πράοϲ μέν ἐϲτι τοῖϲ ἀρχομένοιϲ, βαρὺϲ δὲ τοῖϲ ἀντιπάλοιϲ· τοῦτο γὰρ βαϲιλέωϲ ἀγαθοῦ καὶ ἰϲχυροῦ.