Ancient Greek · ~2 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 786
Not analysed yet
786. τὸ γενεῇ μὲν ὑπέρτερόϲ ἐϲτιν Ἀλχιλλεύϲ οὐ λέγει, ὅτι τῇ γεννήϲει ϲοῦ ἐϲτιν ὑπερέχων, ἵν᾿ ῇ πρεϲβύτεροϲ, ὥϲ τινεϲ τῶν τραγικῶν ἤκουϲαν· πῶϲ γὰρ ἂν ἐπήγαγε· πρεϲβύτεροϲ δὲ ϲύ ἐϲϲι; ἀλλ’ ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουϲαν, ἀλλὰ γένουϲ ἀξίᾳ, ὥϲ που ἔφη· τὸν μὲν ἀρείω καλλείπειν, ϲὺ δὲ χείρον’ ὀπάϲϲεαι αἰδοῖ εἴκων, ἐϲ γενεὴν ὁρόων (23 —39), καὶ ἐπάγει· μηδ’ εἰ βαϲιλεύτερόϲ ἐϲτι. τὸ γενεῇ ὑπέρτεροϲ ἔφη ἐντὸϲ ἄλλοιϲ Τρώων εὐηγενέων (81) καὶ εὐηγενέοϲ Ϲώκοιο (Λ 42), καὶ τὸ ἐναντίον τῷ οὐκ ἄν με γένοϲ γε κακὸν καὶ ἀνάλ φάντεϲ (Ξ 126).