Ancient Greek · ~1 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 843
Not analysed yet
843. διὰ τί ἐκτανύει καὶ οὐχ ἑϲτῶτοϲ βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑϲτῶτοϲ βελουλκῆϲαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· ϲυναγέντοϲ γὰρ τοῦ βέλουϲ ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλωϲ ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίαϲ, ὅθεν φηϲὶ τὸ τάμνε μαχαίρῃ· καὶ δῆλον ὡϲ μαχαίρῃ τὸ ϲῶμα τεμὼν ἐκβάλλει αὐτό.