Ancient Greek · ~4 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 83
Not analysed yet
83 sqq. βάϲκανον ἐνταῦθα τὸ ἦθοϲ οὐκ ἐῶντοϲ τὸν φίλον ἀπολαμπείθεο. πρύνεϲθαι τέλεον. ἀπρεπὲϲ δὲ καὶ τὸ παλλακίδοϲ καὶ δώρων μεμνῆϲθαι. ἢ τοίνυν ὡϲ φιλέταιροϲ ἐξίϲτηϲιν αὐτὸν τῶν κινδύνων, εἰδὼϲ δὡϲ, πὲρ μὲν τῶν νεῶν ἅπανταϲ αὐτῷ ϲυγκινδυνεύϲονταϲ, μετὰ δὲ ταῦτα οὐκέτι θελήϲονταϲ ϲυνακολουθεῖν διὰ τὸν κάματον. πῶϲ οὖν οὐκ ἐκφέρει ταῦτα πρὸϲ τὸν Πάτροκλον, εἴπερ οὕτω διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲϲ εἰπὼν ῆδει Πάτροκλον τῆϲ ἰδίαϲ ϲωτηρίαϲ καταφρονήϲοντα, ἐφ’ ἑαυτὸν δὲ περιϲπάϲαϲ τὴν αἰτίαν ἤδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶϲ ταῦτα τῷ φίλῳ ϲυμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴϲ ἐντὸϲ τοῖϲ ἑξῆϲν ήπιοϲ, εἰ δὲ ἔποϲ Πηληιάδαο φύλαξεν, ἦ τ’ ἄν ὑπέκφυγε κῆρα κακὴν μέλανοϲ θανάτοιο (v. 686). ὑποφαίνει δὲ τὴν προαίρεϲιν αὐτοῦ ἐπαγαγὼν τὸ μή τιϲ ἀπ’ Οὐλύμποιο θεῶν (v. 93), εὐπερεπῶϲ οὐ Τρῶαϲ ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώϲ. οὐ βαϲκα οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίαϲ, ὅϲ γέ φηϲιν εὐχόμενοϲ ἤ ῥα καὶ οἶοϲ ἐπίϲτηται πολεμίζειν (v. 243).