Ancient Greek · ~3 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 140
Not analysed yet
140. διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷVill. ; cod. αὐτὸ ἀναρμοϲτεῖ δόρυ, τῶν ἄλλων ἁρμονϲάντων ὅπλων; Μεγακλείδηϲ ἐντὸϲ δευτέρῳ περὶ om. cod. ins. Sengebusch, diss. Hom. l, p. 89 Ὁμήρου προοικονομεῖϲθαί φηϲιν Ὅμηρον τὴν ὁπλοποιίαν, καὶ ἐπειδὴ τὰϲ μὲν ἄλλαϲ ὕλαϲ, ἐξ ὧν ὁ Ἥφαιϲτοϲ ἐδημιούργει τὰ ὅπλα, τὸν χρυϲὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐντὸϲ οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαϲτότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆϲ Ἡφαίϲτου δημιουργίαϲ μόνον δὲ τὸ δόρυ ἐάϲαντα ,ἵνα ϲωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιϲτοϲ κατεϲκεύαϲε πιθανῶϲ διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον ἀλλ’ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.