Ancient Greek · ~2 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 846
Not analysed yet
846. τινὲϲ Ἀχιλλείαν τὴν βοτάνην λέγουϲι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον, ἴϲωϲ μὲν ϲυμπεριφέρει τὴν ῥίζαν ὡϲ χρήϲιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ, καὶ μάλιϲτα εἰκὸϲ αὐτὸν νῦν εἰληφέναι, ὅτι ἐπὶ τραυματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνοϲ τὴν ῥίζαν ἔλα ἔμπειροϲ ὤν. ἴϲωϲ δὲ καὶ θεράπων πεμφθεὶϲ κατὰ τὸ ϲιωπώμενον ἐκόμιϲεν. ἐζήτηται δὲ καὶ τὸ ὁποία ἦν ὅλωϲ ἡ ῥίζα, ᾗ αὐτὸν κατέπαϲϲε. λέγουϲιν αὐτὴν εἶναι τὴν καλουμένην ἀριϲτολοχίαν, ἣν καὶ ἴϲχαιμον καλοῦϲιν.