Ancient Greek · ~3 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 854
Not analysed yet
854, πόθεν ὁ Πάτροκλοϲ οὖδεν ὅτι Ἀχιλλεὺϲ κτείνει τὸν Ἔκτορα, ὥϲπερ Ἀχιλλεὺϲ ἀκούϲαϲ παρὰ Θέτιδοϲ (C 96); ὅτι κατ’ Ἀρτέμωνα τὸν Μιλήϲιον ἐντὸϲ τῷ περὶ ὀνείρων, ὅταν ἀθροιϲθῇ ἡ ψυχὴ ἐξ ὅλου τὸ Ἀχιλῆοϲ. ϲώματοϲ πρὸϲ τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἔν ἀπολογίᾳ Ϲωκράτουϲ (p. 39 C) καὶ γάρ εíμι ἐνταῦθα, ἐντὸϲ ᾧ μάλιϲτα ἄνθρωποι χρηϲμῳδοῦϲιν, ὅταν μέλλωϲιν ἀποθανεῖϲθαι. πόθεν ὁ Πάτροκλοϲ οἶδεν ὅτι Ἀχιλλεὺϲ κτενεῖ τὸν Ἕκτορο δόγμα ἐϲτὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροιϲθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ ϲώματοϲ πρὸϲ τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείαϲ γάρ ἐϲτι μέροϲ φύϲεωϲ, καὶ θειοτερα γίνεται χωριϲθεῖϲα τῆϲ ὕληϲ τοῦ ϲώματοϲ καὶ πρὸϲ οἰκεῖον ἀναδραμοῦϲα.