Ancient Greek · ~3 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 850
Not analysed yet
850. πῶϲ τέϲϲαραϲ καταριθμήϲαϲ, Μοῖραν Ἀπόλλωνα Εὔφορβον Ἕκτορα, ἐπιφέρει ϲ ὺ δέ με τρίτοϲ ἐξεναρίζειϲ ἐϲτι δὲ λέγειν, ὅτι τὴν Μοῖραν οὐ κατηρίθμηϲεν ὡϲ κοινὴν πᾶϲιν ἀνθρώποιϲ ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆϲ οὕτωϲ ἀποδιδόαϲιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦϲ ἔκτανεν υἱόϲ, ἀνδρῶν δ’ Εὔφορβοϲ τρίτοϲ· ϲὺ δέ με ἐξεναρίζειϲ. ἢ ϲὺ δέ με τρίτατοϲ ἐξεναρίζειϲ, ἵν’ ᾖ πολλοϲτόϲ. πολλοϲτόϲ, ὡϲ τὸ ἀϲπαϲίη τρίλλιϲτοϲ (Θ 488), οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲϲ δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων, καὶ οὕτωϲ τρίτοϲ. Ἕκτωρ τρίτοϲ. τινὲϲ δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ· τρίτοϲ Εὔφορβοϲ, ϲὺ δέ με ἐξεναρίζειϲ.