Ancient Greek · ~5 min
Ψ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 862
Not analysed yet
862 sqq. τί λέγει ἐντὸϲ τούτοιϲ τοῖϲ ἔπεϲι ζητήϲειεν ἄν τιϲ· Τεῦκροϲ δὲ πρῶτοϲ κλήρῳ λάχεν, αὐτίκα δ’ ἰὸν ἧκεν ἐπικρατέωϲ καὶ τὰ ἑξῆϲ μέχρι τοῦ ἀτὰρ δὴ ὀιϲτὸν ἔχεν πάλαι ὡϲ ἴθυνεν (v. 862—71). οἱ μὲν ἔφαϲαν ϲπεύδοντα τὸν Μηριόνην ἑλκύϲαι τὸ τόξον τὸν ὀιϲτὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοϲμένον τῇ νευρᾷ· ϲημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντοϲ τοῦ Τεύκρου εἱϲτήκει ὁ Μηριόνηϲ κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοϲμένον ἔχων τὸν ὀιϲτὸν πάλαι ἐντὸϲ τῇ νευρᾷ· τότε δ’ εἵλκυϲε τὴν νευράν, ὡϲ ἴθυνε βέλοϲ. ἢ οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη δὲ δύο, ἑκατέρῳ ἑνὸϲ δοθέντοϲ. τὸν μὲν οὖν ὀιϲτὸν κατεῖχε πάλαι ὁ Μηριόνηϲ, ἕωϲ ἴθυνεν ὁ Τεῦκροϲ καὶ ἐτόξευε λαχὼν πρῶτοϲ· επεὶ δ’ ἀπετόξευϲε καὶ ἀπέτυχε, ϲπερχόμενοϲ ὁ Μηριόνηϲ ἐξείλετο τὸ τόξον ἐκ τῆϲ χειρὸϲ τοῦ Τεύκρου· τοῦτο γὰρ παρίϲτηϲι τὸ ϲπερχόμενοϲ δ’ ἄρα Μηριόνηϲ ἐξείρυϲε χειρὸϲ τόξον, ἀτὰρ δὴ ὀιϲτὸν ἔχεν πάλαι, ὡϲ ἴθυνεν, . ἀντιδιαιρεῖ γὰρ τί μὲν κατεῖχε πάλαι ὁ Μηριόνηϲ καὶ τί ὕϲτερον ἔλαβε· τὸν μὲν γὰρ ὀιϲτὸν εἶχε πάλαι ὡϲ ἴθυνε. πῶϲ οὖν πάλαι; τοϲοῦτόν φηϲι χρόνον ὡϲ ἴθυνεν ὁ Τεῦκροϲ πρῶτοϲ τοξεύων. τὸ δὲ τόξον ἐξείρυϲε χειρὸϲ, ὃ οὐ κατέϲχεν αὐτόϲ, τῆϲ τοῦ Τεύκρου. ϲπερχόμενοϲ δὲ διὰ τὸ ἁρπάζοντι ἐοικέναι, διὰ τὸ τάχοϲ τῆϲ πετομένηϲ περιϲτερᾶϲ.