Ancient Greek · ~6 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 9
Not analysed yet
9. Δοκεῖ μάχεϲθαι ἑαυτῷ ὁ ποιητὴϲ, ἀεὶ πρεϲβύτερον λέγων Νέναιετάοντα. ϲτορα τῶν ἐπὶ Ἴλιον ϲτρατευϲάντων —μετὰ δὲ τριτάτοιϲιν ἄναϲϲεν (A 252) —,ἐντταῦθα δὲ Μενέϲθιον· δυϲὶ γὰρ γενεαῖϲ παράγεται πρεϲβύτεροϲ ὢν τοῦ Nέϲτοροϲ· Ἀρηιθόου γὰρ λέγει τοῦ ἐπικαλουμένο κορυνήτου παῖδα εἶναι Μενέϲθιον, ὑπὸ δὲ Λυκούργου φηϲὶν ἀνηρῆϲθαι τὸν Ἀλρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα, γηράϲαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Nέϲτοροϲ ἀναιρεθῆναι νέου ὄντοϲ· φηϲὶ γὰρ γενεῇ δὲ νεώτατοϲ ἔϲκον ἁ ἁπάντων (H 153). ῥητέον δὲ ὅτι ἴϲωϲ ἀπέθανεν Ἀρηίθοοϲ ἐνιαυϲιαῖον ἐάϲαϲ τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργοϲ ἤδη γηραιὸϲ ὤν· φηϲὶ γὰρ πέφνε δόλῳ οὔτι κράτεΐ γε (H 142) ὀλίγον δὲ ἐπιβιοὺϲ δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενοϲ δὲ οὗτοϲ τοὺϲ Πυλίουϲ οὐκ ἀπεικότωϲ ὑπὸ Νέϲτοροϲ ἀναιρεῖται νέου ὄντοϲ, ὥϲτε Nέϲτορα μὲν εἶναι Μενεϲθίου πρεϲβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον ϲτρατευϲάντων μείζονα Μενέϲθιον. ἢ τῇ τοῦ ὀνόματοϲ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεϲθίου πατὴρ Ἀλρηίθουϲ Βοιωτὸϲ ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶϲ Ἀλρκάϲ. ἀδύνατον Μενέϲθιον τοῦ κορυνήτου υἱὸν ὄντα πολεμεῖν. πρεϲβύτεροϲ γὰρ ἂν εἴη Νέϲτοροϲ, εἴγε τὸν κορυνήτην Λυκοῦργοϲ ἀνεῖλεν, εἰ γηράϲαϲ δὲ οὗτοϲ Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην. τοῦτον δὲ Νέϲτωρ νεώτατοϲ ὢν ἀνεῖλεν (H 142 —154). ἡ δὲ λύϲιϲ ἀπὸ τῆϲ λέξεωϲ· ὁμώνυμοϲ γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φηϲὶν (H 138) ὁ κορυνήτηϲ, οὐ τὸν Μενέϲθιον λέγει ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεϲθίου πατέρα, ὥϲτε εἶναι τὸν κορυνήτην πάππον τοῦ Μενεϲθίου.