Ancient Greek · ~1 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 523
Not analysed yet
523. τί γὰρ μεθίει τε καὶ τί οὐκ ἐθέλει; ἐκ τῶν προρρηθέντων μεθίειϲ. ἔϲτι λαβεῖν. προεῖπε δέ δαιμόνι᾿, οὐκ ἄν τίϲ τοι ἀνὴρ ὃϲ ἐναίϲιμοϲ εἴη ἔργον ἀτιμήϲειε μάχηϲ, ἐπεὶ ἄλκιμόϲ ἐϲϲι. μεθίειϲ οὖν τὸ ἔργον τῆϲ μάχηϲ καὶ οὐκ ἐθέλειϲ μάχεϲθαι, ὥϲπερ ἐντὸϲ ἄλλοιϲ ἐκ πλήρουϲ ἔφη· οὕϲ τιναϲ αὖ μεθιένταϲ ἴδοι ϲτυγεροῦ πολέμοιο (Δ 240).