Ancient Greek
290.1
Porphyrius, Εἰς τὰ ἁρμονικὰ Πτολεμαίου ὑπόμνημα 290.1
Unproofread scanNot analysed yet
τῷ φωνῆς ἀπλότητι. Τῶν μὲν ἐν ἀγγείοις διαφορῶν, ἢ τῶν παθῶν τῶν αὐτὰ γινομένων, ποιῶνται ἕκαστα τὰς φωνὰς ἀποπλῆξιν. Αἱ δὲ φωναὶ, δοκεῖν μὴν εἶναι, καθ' ὅς ἂν ὁ ἕκαστος γιγνομένη τόπος. Ἀκούομεν δὲ πασῶν αὐτῶν, ὅταν ἡμῖν ἀκοπίσωσι πρὸς τὴν ἀκοήν. Ὁ γὰρ ἀὴρ ὑπὸ τῆς πληγῆς ἀπὸ, μέχρι μὲν ἰσθ' ἕως) συνεχὴς· ἐπεὶ κατὰ μικρὸν αὐτὴ διακινεῖται μᾶλλον. Καὶ τούτω γινώσκομεν πάντας τοὺς ψόφους, ἕ τοὺς πόρρω γενομένους καὶ τοὺς ἐγγύς. Δῆλον δὲ ἐστιν· ὅταν γὰρ τις λαβὼν κέραμον, ἢ αὐλὸν, ἢ σάλπιγγα· προσθεὶς πρὸς τὴν ἀκοήν, διὰ ταύτης λαλῇ· πᾶσαι δοκοῦσι αἱ φωναὶ, πάντως εἶναι ἐγγύς τῆς ἀκοῆς· διὰ τὸ μὴ σχεδόν γε τὸν ἀέρα διαρρεῖν· ἀλλὰ διατηρεῖν τὴν φωνὴν ὁμοίαν ὑπὸ τοῦ ὀργάνου. Καθὼς καὶ ἐν τῇ γραφῇ· ὅταν τις τοὺς χρώμασι, τὸ μὲν ὁμοίως ποιῇ τῷ πόρρω, τόδε, τῷ πλησίον· τὸ μὲν ἡμῖν ἀναπεχωρημέναι δοκεῖ τὴν γραφήν· τὸ δὲ ἐγγύς· ἀμφοτέρων αὐτῶν ὄντων ἐν τῇ αὐτῇ ὑποκειμένῃ. Οὕτω καὶ ἐν τοῖς ψόφοις καὶ ταῖς φωναῖς· ὅταν ἡ μὲν ἤδη διαλελυμένη ἀκοῇ