Ancient Greek
316.1
Porphyrius, Εἰς τὰ ἁρμονικὰ Πτολεμαίου ὑπόμνημα 316.1
Unproofread scanNot analysed yet
Τὸ διπλάσιον λόγῳ, ὃν δύο τῶν μεγίστων ὑπερμερίων συνίσταται· ἐκ τῆς ἡμιολίας καὶ ἐκ τῆς ἐπὶ τρίτῳ. Ἔστω γὰρ ὁ αὐτὸς τῷ β ἡμιολίας, ὁ δὲ β τῷ γ ἐπίτριτος· λέγω, ὅτι ὁ αὐτὸς τῷ γ ἐστὶ διπλάσιος. Ἐπεὶ γὰρ ἡμιολίας ἐστὶν ὁ αὐτὸς τῷ β· ὁ αὐτὸς ἔχει τὸ β, καὶ τὸ ἥμισυ αὐτοῦ· δύο αὐτὰ εἰσὶν α, ἴσα τρισὶ τῶν β. Πάλιν, ἐπεὶ ὁ β τῷ γ ἐστὶν ἐπίτριτος· ὁ αὐτὸς β ἔχει τὸ γ, καὶ τὸ τρίτον αὐτοῦ· τρεῖς αὐτὰ εἰσὶ β, ἴσα τετράσιν τοῖς γ. Ὁ αὐτὸς ἄρα ἐστὶν ἴσος δυσὶ τοῖς γ. Διπλάσιος ἄρα ἐστὶν ὁ αὐτὸς τῷ γ.