Ancient Greek
316.5
Porphyrius, Εἰς τὰ ἁρμονικὰ Πτολεμαίου ὑπόμνημα 316.5
Unproofread scanNot analysed yet
Ἐὰν τοῦ ἡμιολίου λόγου, ἀφαιρεθῇ ἐπίτριτος λόγος, λείπεται ὑπερὸκτα. Ἔστω γὰρ ὁ αὐτὸς τῷ β ἡμιολία· ὁ δὲ γ τῷ β ἐπίτριτος· λέγω, ὅτι ὁ αὐτὸς τῷ γ ἐστὶν ὑπερὸκτα. Ἐπεὶ γὰρ ὁ αὐτὸς τῷ β ἐστὶν ἡμιολία· ὁ αὐτὸς ἔχει τὸ β, καὶ τὸ ἥμισυ αὐτοῦ· ἄρα ὀκτὼ α, ἴσα δώδεκα β. Πάλιν, ἐπεὶ ὁ γ τῷ β ἐστὶν ἐπίτριτος· ὁ αὐτὸς γ ἔχει τὸ β, καὶ τὸ τρίτον αὐτοῦ· ἄρα ἐννέα γ, ἴσα δώδεκα β. Δώδεκα δὲ εἰσὶ β, ἴσα ὀκτὼ α. Ὀκτὼ ἄρα εἰσὶ α, ἴσα ἐννέα γ.