Ancient Greek
14
Porphyrius, Vita Plotini 14
Not analysed yet
ἐν δὲ τῷ γράφειν σύντομος γέγονε καὶ πολύνους βραχύς τε καὶ νοήμασι πλεονάζων ἢ λέξεσι, τὰ πολλὰ ἐνθουσιῶν καὶ ἐκπαθῶς φράζων καὶ τὸ συμπαθείας ἢ παραδόσεως. ἐμμέμικται δ’ ἐν τοῖς συγγράμμασι καὶ τὰ Στωικὰ λανθάνοντα δόγματα καὶ τὰ Περιπατητικά· καταπεπύκνωται δὲ καὶ ἡ "μετὰ τὰ φυσικὰ "τοῦ Ἀριστοτέλους πραγματεία. ἔλαθε δὲ αὐτὸν οὔ -τε γεωμετρικόν τι λεγόμενον θεώρημα οὔ -τ’ ἀριθμητικόν, οὐ μηχανικόν, οὐκ ὀπτικόν, οὐ μουσικόν· αὐτὸς δὲ ταῦτα ἐξεργάζεσθαι οὐ παρεσκεύαστο. ἐν δὲ ταῖς συνουσίαις ἀνεγινώσκετο μὲν αὐτῷ τὰ ὑπομνήματα, εἴ -τε Σεβήρου εἴη, εἴ -τε Κρονίου ἢ Νουμηνίου ἢ Γαίου ἢ Ἀττικοῦ, κα- κἀν τοῖς Περιπατητικοῖς τά τε Ἀσπασίου καὶ Ἀλεξάνδρου Ἀδράστου τε καὶ τῶν ἐμπεσόντων. ἐλέγετο δὲ ἐκ τούτων οὐδὲν καθάπαξ, ἀλλ’ ἴδιος ἦν καὶ ἐξηλλαγμένος ἐν τῇ θεωρίᾳ καὶ τὸν Ἀμμωνίου φέρων νοῦν ἐν ταῖς ἐξετάσεσιν. ἐπληροῦτο δὲ ταχέως καὶ δι’ ὀλίγων δοὺς νοῦν βαθέος θεωρήματος ἀνίστατο. ἀναγνωσθέντος δὲ αὐτῷ τοῦ τε "περὶ ἀρχῶν "Λογγίνου καὶ τοῦ Φιλαρχαίου, φιλόλογος μέν, ἔφη, ὁ Λογγῖνος, φιλόσοφος δὲ οὐδαμῶς. Ὠριγένους δὲ ἀπαντήσαντός ποτε εἰς τὴν συνουσίαν πληρωθεὶς ἐρυθήματος ἀνίστασθαι μὲν ἐβούλετο, λέγειν δὲ ὑπὸ Ὠριγένους ἀξιούμενος ἔφη ἀνίλλεσθαι τὰς προθυμίας, ὅταν ἴδῃ ὁ λέγων, ὅτι πρὸς εἰδότας ἐρεῖ ἃ αὐτὸς λέγειν μέλλει· καὶ οὕτως ὀλίγα διαλεχθεὶς ἐξανέστη.