Ancient Greek
26
Porphyrius, Vita Plotini 26
Not analysed yet
καὶ τὴν τετάρτην οὖν καὶ πέμπτην ἐννεάδα εἰς ἓν σωμάτιον κατελέξαμεν. λοιπὴν δὲ τὴν ἕκτην ἐννεάδα εἰς ἄλλο σωμάτιον, ὡς διὰ τριῶν σωματίων γεγράφθαι τὰ Πλωτίνου πάντα, ὧν τὸ μὲν πρῶτον σωμάτιον ἔχει τρεῖς ἐννεάδας, τὸ δὲ δεύτερον δύο, τὸ δὲ τρίτον μίαν. Ϛʹ· ἔστι δὲ τὰ τοῦ τρίτου σωματίου, ἐννεάδος δὲ ἕκτης, ταῦτα· αʹ· περὶ τῶν γενῶν τοῦ ὄντος πρῶτον· οὗ ἡ ἀρχή· περὶ τῶν ὄντων πόσα καὶ τίνα. βʹ· περὶ τῶν γενῶν τοῦ ὄντος δεύτερον· οὗ ἡ ἀρχή· ἐπειδὴ περὶ τῶν λεγομένων δέκα γενῶν ἐπέσκεπται. γʹ· περὶ τῶν γενῶν τοῦ ὄντος τρίτον· οὗ ἡ ἀρχή· περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ. δʹ· περὶ τοῦ τὸ ὂν ἓν καὶ τα- ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι ὅλον πρῶτον· οὗ ἡ ἀρχή· ἆρά γε ἡ ψυχὴ πανταχοῦ τῷ παντὶ πάρεστι. εʹ· περὶ τοῦ τὸ ὂν ἓν καὶ τα- ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι ὅλον δεύτερον· οὗ ἡ ἀρχή· τὸ ἓν καὶ τα- ταὐτὸν ἀριθμῷ πανταχοῦ ἅμα ὅλον εἶναι. Ϛʹ· περὶ ἀριθμῶν· οὗ ἡ ἀρχή· ἆρα ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός. ζʹ· πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός. ηʹ· περὶ τοῦ ἑκουσίου καὶ θελήματος τοῦ ἑνός· οὗ ἡ ἀρχή· ἆρα ἐστὶν ἐπὶ θεῶν εἴ τι ἔστιν ἐπ’ αὐτοῖς ζητεῖν. θʹ· περὶ τα- τἀγαθοῦ ἢ τοῦ ἑνός· οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα. τὰ μὲν οὖν βιβλία εἰς ἓξ ἐννεάδας τοῦτον τὸν τρόπον κατετάξαμεν τέσσαρα καὶ πεντήκοντα ὄντα· καταβεβλήμεθα δὲ καὶ εἴς τινα αὐτῶν ὑπομνήματα ἀτάκτως διὰ τοὺς ἐπείξαντας ἡμᾶς ἑταίρους γράφειν εἰς ἅπερ αὐτοὶ τὴν σαφήνειαν αὐτοῖς γενέσθαι ἠξίουν. ἀλλὰ μὴν καὶ τὰ κεφάλαια τῶν πάντων πλὴν τοῦ "περὶ τοῦ καλοῦ "Μ διὰ τὸ λεῖψαι ἡμῖν πεποιήμεθα κατὰ τὴν χρονικὴν ἔκδοσιν τῶν βιβλίων· ἀλλ’ ἐν τούτῳ οὐ τὰ κεφάλαια μόνον καθ’ ἕκαστον ἔκκειται τῶν βιβλίων, ἀλλὰ καὶ ἐπιχειρήματα, ἃ ὡς κεφάλαια συναριθμεῖται. νυνὶ δὲ πειρασόμεθα ἕκαστον τῶν βιβλίων διερχόμενοι τάς τε στιγμὰς αὐτῶν προσθεῖναι καὶ εἴ τι ἡμαρτημένον εἴη κατὰ λέξιν διορθοῦν· καὶ ὅ τι ἂν ἡμᾶς ἄλλο κινήσῃ, αὐτὸ σημαίνει τὸ ἔργον.