Ancient Greek · ~3 min
Section 2
Porphyrius, Vita Pythagorae 2
Not analysed yet
λέγει δʼ ὁ Κλεάνθης ἄλλους εἶναι οἵ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Δῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι· πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθʼ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δʼ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνόν, πρεσβυτέρους. Ἀπολλώνιος δʼ ἐν τοῖς περὶ Πυθαγόρου καὶ μητέρα ἀναγράφει Πυθαΐδα, ἀπόγονον Ἀγκαίου τοῦ οἰκιστοῦ τῆς Σάμου. τινὰς δʼ Ἀπόλλωνος αὐτὸν ἱστορεῖν καὶ Πυθαΐδος τῷ γόνῳ, λόγῳ δὲ Μνησάρχου φησὶν Ἀπολλώνιος. τῶν γοῦν ποιητῶν τῶν Σαμίων εἰπεῖν τινά· Πυθαγόραν θʼ ὅν ἔτικτε Διὶ φίλον Ἀπόλλωνι Πυθαΐς, ἡ κάλλος πλεῖστον ἔχεν Σαμίων. διακοῦσαι δʼ οὐ μόνον Φερεκύδου καὶ Ἑρμοδάμαντος, ἀλλὰ καὶ Ἀναξιμάνδρου φησὶν οὗτος.