Ancient Greek · ~3 min
Section 26
Porphyrius, Vita Pythagorae 26
Not analysed yet
πολλοὺς δὲ τῶν ἐντυγχανόντων ἀνεμίμνησκε τοῦ προτέρου βίου, ὃν αὐτῶν ἡ ψυχὴ πρὸ τοῦ τῷδε τῷ σώματι ἐνδεθῆναι πάλαι ποτʼ ἐβίωσε. καὶ ἑαυτὸν δʼ ἀναμφιλέκτοις τεκμηρίοις ἀπέφαινεν Εὔφορβον τὸν Πάνθου. καὶ τῶν Ὁμηρικῶν στίχων ἐκείνους μάλιστα ἐξύμνει καὶ μετὰ λύρας ἐμμελέστατα ἀνέμελπεν, αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβρυχεν ὕδωρ καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιν παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίης· τοῖον Πάνθου υἱὸν ἐυμμελίην Εὔφορβον Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε, τεύχεʼ ἐσύλα.