Ancient Greek · ~2 min
Section 28
Porphyrius, Vita Pythagorae 28
Not analysed yet
τὸμὲν γὰρ ὅτι τὸν μηρὸν χρυσοῦν ἐπέδειξεν Ἀβάριδι τῷ Ὑπερβορέῳ εἰκάσαντι αὐτὸν Ἀπόλλωνα εἶναι τὸν ἐν Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαιοῦντα ὡς τοῦτο ἀληθές, τεθρύληται· καὶ ὅτι νεὼς παταπλεούσης καὶ τῶν φίλων εὐχομένων τὰ κομιζόμενα γενέσθαι αὐτοῖς ὁ Πυθαγόρας εἶπεν “ἔσται τοίνυν ὑμῖν νεκρός” ,καὶ ἡ ναῦς κατέπλευσεν ἔχουσα νεκρόν. μυρία δʼ ἕτερα θαυμαστότερα καὶ θειότερα περὶ τοῦ ἀνδρὸς ὁμαλῶς καὶ συμφώνως εἴρηται. ὡς δʼ ἁπλῶς εἰπεῖν κατʼ οὐδενὸς ὑπενοήθη πλείονα οὐδὲ περιττότερα.