Ancient Greek · ~2 min
Section 31
Porphyrius, Vita Pythagorae 31
Not analysed yet
τὸ γὰρ “περιώσια” καὶ “τῶν ὄντων λεύσσεσκεν ἕκαστα” καὶ “πραπίδων πλοῦτον” καὶ τὰ ἐοικότα ἐμφαντικὰ μάλιστα τῆς ἐξαιρέτου καὶ ἀκριβεστέρας παρὰ τοὺς ἄλλους διοργανώσεως ἔν τε τῷ ὁρᾶν καὶ τῷ ἀκούειν καὶ τῷ νοεῖν τοῦ Πυθαγόρου. τὰ δʼ οὖν τῶν ἑπτὰ ἀστέρων φθέγματα καὶ τῆς τῶν ἀπλανῶν ἐπὶ ταύτης τε τῆς ὑπὲρ ἡμᾶς λεγομένης δὲ κατʼ αὐτοὺς ἀντίχθονος τὰς ἐννέα Μούσας εἶναι διεβεβαιοῦτο. τὴν δὲ πασῶν ἅμα σύγκρασιν καὶ συμφωνίαν καὶ ὡσανεὶ σύνδεσμον, ἧσπερ ὡς ἀιδίου τε καὶ ἀγενήτου μέρος ἑκάστη καὶ ἀπόρροια, Μνημοσύνην ὠνόμαζεν.