Ancient Greek · ~3 min
Section 39
Porphyrius, Vita Pythagorae 39
Not analysed yet
φυτὸν ἥμερον καὶ εὔκαρπον, ἀλλὰ μηδὲ ζῷον ὅ μὴ βλαβερὸν εἶναι πέφυκε τῷ ἀνθρωπείῳ γένει, μήτε φθείρειν μήτε βλάπτειν. παρακαταθήκην δὲ μὴ χρημάτων μόνον ἀλλὰ καὶ λόγων πιστῶς τῷ παρακαταθεμένῳ φυλάσσειν. τρισσὰς δʼ ἡγεῖσθαι διαφορὰς τῶν ἀξίων σπουδῆς πραγμάτων, ἃ καὶ μετιτέον καὶ μεταχειριστέον· πρῶιον μὲν τῶν εὐκλεῶν καὶ καλῶν, εἶτα τῶν πρὸς τὸν βίον συμφερόντων, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἡδέων. ἡδονὴν δὲ οὐ προσίετο τὴν δημώδη καὶ γοητευτικήν, ἀλλὰ τὴν βέβαιον καὶ σεμνοτάτην καὶ καθαρεύουσαν διαβολῆς. διττὴν γὰρ εἶναι διαφορὰν ἡδονῶν· τὴν μὲν γὰρ γαστρὶ καὶ ἀφροδισίοις διὰ πολυτελείας κεχαρισμένην ἀπείκαζε ταῖς ἀνδροφόνοις τῶν Σειρήνων ᾠδαῖς· τὴν δʼ ἐπὶ καλοῖς καὶ δικαίοις καὶ πρὸς τὸ ζῆν ἀναγκαίοις, ὁμοίως καὶ παραχρῆμα ἡδεῖαν καὶ εἰς τὸ ἐπιὸν ἀμεταμέλητον οὖσαν, ἔφασκεν ἐοικέναι Μουσῶν τινὶ ἁρμονίᾳ.