Ancient Greek · ~3 min
Section 41
Porphyrius, Vita Pythagorae 41
Not analysed yet
τοιαῦτα παρῄνει· μάλιστα δʼ ἀληθεύειν· τοῦτο γὰρ μόνον δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν θεῷ παραπλησίους. ἐπεὶ καὶ τοῦ θεοῦ, ὡς παρὰ τῶν μάγων ἐπυνθάνετο, ὅν Ὡρομάζην καλοῦσιν ἐκεῖνοι, ἐοικέναι τὸ μὲν σῶμα φωτί, τὴν δὲ ψυχὴν ἀληθείᾳ. καὶ ἄλλʼ ἄττα ἐπαίδευεν ὅσα παρὰ Ἀριστοκλείας τῆς ἐν Δελφοῖς ἔλεγεν ἀκηκοέναι. ἔλεγε δέ τινα καὶ μυστικῷ τρόπῳ συμβολικῶς, ἅ δὴ ἐπὶ πλέον Ἀριστοτέλης ἀνέγραψεν. οἷον ὅτι τὴν θάλατταν μὲν ἐκάλει εἶναι δάκρυον, τὰς δʼ ἄρκτους Ῥέας χεῖρας, τὴν δὲ πλειάδα Μουσῶν λύραν, τοὺς δὲ πλανήτας κύνας τῆς Φερσεφόνης. τὸν δʼ ἐκ χαλκοῦ κρουομένου γινόμενον ἦχον φωνὴν εἶναί τινος τῶν δαιμόνων ἐναπειλημμένην τῷ χαλκῷ.