Ancient Greek
Section 43
Porphyrius, Vita Pythagorae 43
Not analysed yet
ἔλεγε δʼ ἀπέχεσθαι τῶν καταθυομένων ὀσφύος καὶ διδύμων καὶ αἰδοίων καὶ μυελοῦ καὶ ποδῶν καὶ κεφαλῆς. ὑπόθεσιν μὲν γὰρ τὴν ὀσφῦν ἐκάλει, διότι ἐπὶ ταύτῃ ὡς ἐπὶ θεμελίῳ συνίσταται τὰ ζῷα· γένεσιν δὲ τοὺς διδύμους καὶ αἰδοῖα, ἄνευ γὰρ τῆς τούτων ἐνεργείας οὐ γίνεται ζῷον· αὔξησιν δὲ τὸν μυελὸν ἐκάλει, ὅς τοῦ αὔξεσθαι πᾶσι ζῴοις αἴτιος· ἀρχὴν δὲ τοὺς πόδας, τὴν δὲ κεφαλὴν τελευτήν· ἅπερ τὰς μεγίστας ἡγεμονίας ἔχει τοῦ σώματος. ἴσα δὲ κυάμων παρῄνει ἀπέχεσθαι καθάπερ ἀνθρωπίνων σαρκῶν.