Ancient Greek · ~5 min
Section 60
Porphyrius, Vita Pythagorae 60
Not analysed yet
βουλόμενος οὖν ποτὲ Διονύσιος πεῖραν αὐτῶν λαβεῖν, λεγομένων τινῶν ὡς συλληφθέντες οὐκ ἐμμενοῦσι τῇ πρὸς ἀλλήλους πίστει, τῷδʼ ἐποίησεν. συνελήφθη μὲν Φιντίας καὶ ἀνήχθη πρὸς τὸν τύραννον. κατηγορεῖν δʼ αὐτὸν Διονύσιον ὡς ἐπιβουλεύοντα αὐτῷ· καὶ δὴ τοῦτο ἐξεληλέγχθαι κεκρίσθαι τʼ ἀποθνήσκειν αὐτόν. τὸν δέ, ἐπεὶ οὕτως αὐτῷ δέδοκται, εἰπεῖν δοθῆναί γε τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως οἰκονομήσηται τά τε καθʼ ἑαυτὸν καὶ τὰ κατὰ Δάμωνα· εἶναι γὰρ αὐτῷ ἑταῖρον καὶ κοινωνόν· πρεσβύτερον δʼ αὐτὸν ὄντα πολλὰ τῶν περὶ τὴν οἰκονομίαν εἰς αὐτὸν ἀνειληφέ ναι. ἠξίου δʼ ἀφεθῆναι ἐγγυητὴν παρασχὼν τὸν Δάμωνα. συγχωρήσαντος δὲ τοῦ Διονυσίου μεταπεμφθεὶς ὁ Δάμων καὶ τὰ συμβάντα ἀκούσας ἐνεγγυήσατο καὶ ἔμεινεν ἕως ἂν ἐπανέλθῃ ὁ Φιντίας. ὁ μὲν οὖν Διονύσιος ἐξεπλήττετο ἐπ τοῖς γιγνομένοις. ἐκείνους δὲ τοὺς ἐξ ἀρχῆς εἰσαγαγόντας τὴν διάπειραν τὸν Δάμωνα χλευάζειν ὡς ἐγκαταλειφθησόμενον. ὄντος δὲ τοῦ ἡλίου περὶ δυσμὰς ἥκειν τὸν Φιντίαν ἀποθανούμενον, ἐφʼ ᾧ πάντας ἐκπλαγῆναι. Διονύσιον δὲ περιβαλόντα καὶ φιλήσαντα τοὺς ἄνδρας ἀξιῶσαι τρίτον αὑτὸν εἰς τὴν φιλίαν παραδέξασθαι· τοὺς δὲ μηδενὶ τρόπῳ καίτοι πολλὰ λιπαροῦντος αὐτοῦ συγκαταθεῖναι εἰς τοιοῦτο. καὶ ταῦτα μὲν Ἀριστόξενος ὡς παρʼ αὐτοῦ ἀκούσας Διονυσίου ἀπήγγειλεν. Ἱππόβοτος δὲ καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας ἱστοροῦσι. . .