Ancient Greek · ~23 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani ια . ιβ ΄..1
Not analysed yet
(Τ Τransierun t in schol. *B f. 85h ad καππεδίον τὸ ἀλήιον Z 201 )Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμήρου ϲαφηνίζειν αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένωϲ, ἄλλοτε δ’ ἐντὸϲ ἄλλοιϲ. τῇ τε γὰρ εἰροκόμ ῳ παράκειται ϲυνεζευγμένη ἡ ἐξήγηϲιϲ· γρηῒ δέ μιν εἰκυῖα παλαιγενέι προϲέειπεν εἰροκόμ ῳ (Γ 386 ). τίϲ οὖν ἡ είροκόμοϲ ἥ οἱ, φηϲὶν, ἤϲκειν εἴρια κα λά· ἡ γὰρ ἀϲκοῦϲα τὰ ἔρια εἴη ἂν εἰροκόμοϲ· ἀϲκεῖν δὲ τὸ καλλωπίζειν, ὡϲ τὸ χ ῥυϲὸν κέραϲι περιχεύει ἀϲκήϲαϲ, ἵν᾿ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦϲα (γ 437 ). καὶ πάλιν ἄλλουϲ τ’ αἰδέϲθητε περικτίοναϲ ἀνθρώ πουϲ. τίνεϲ οὖν οἱ περικτίονεϲ; οἳ περιν αιετά ουϲι (β 65. 66 ). βοῦν ἦνιν ρυμέτωπον ἀδμήτην (Κ 292). ἆρ’ οὖν τὸ ἀδμήτην ἄγαμον δηλοῖ οὐχί, ἀλλὰ τὴν ο ὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. καὶ πάλιν ἔνθ’ οἵ γ’ οὐκέτι πάμπαν ἀφέϲταϲαν, ἦρχε γὰρ Ἄλρηϲ (Φ 391). τί οὖν τὸ ἦρχε; πρῶτοϲ Ἀθηναίῃ ἐπόρουϲεν. ἐπὶ δὲ τῆϲ Πηλιάδοϲ μελίηϲ καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆϲιν προοῦϲαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίϲταϲθαι πῆλαι τὸν Ἀχιλλέα · ἀλλά μιν οἶοϲ ἐπίϲτατο πῆλαι Ἀχιλλεύϲ (Π 142), ἢ ἀπὸ τοῦ Πηλέωϲ τοῦ πατρόϲ· τὴν πατρὶ φίλ ῳ τάμε Χείρων (ib. 143), ἢ ἀπὸ Πηλίου τοῦ ὄρουϲ ὅθεν ἐτμήθη· πατρὶ φίλ ῳ τά με Χείρων Πηλίου ἐκ κορυφῆϲ. ἀλλ’ ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ δένδρου τῆϲ μελίαϲ, δῆλον ὡϲ καὶ τὸ μείλινον ἔγχοϲ (655) ἐκ μελίαϲ τοῦ δένδρου, οὐ μὴν, ὡϲ οἱ πολλοὶ, τὸ μακρόν. καὶ ἔγχεα ὸξυόεντα (ε 568) τὰ ἐξ ὀξύηϲ τοῦ δένδρου, ὡϲ καὶ Ἀρχίλοχοϲ (fr. 12 B⟩ )· ὀξύη ποτᾶτο, ἀλλ’ οὐ τὰ ὀξέα ,ὡϲ οἱ γραμματικοὶ ἀποδεδώκαϲιν. πάλιν ἔφη· ἤτοι ὁ καππεδίον τὸ ἀλήιον (Ζ 201). διὰ τί οὖν ἀλήιον; ἆρά γε τὸ ἄϲπορον καὶ μὴ ἔχον λήια; οὐχί. ἀλλ’ ἐκ τοῦ οἶον αὐτὸν ἐντὸϲ αὐτῷ ἀλᾶϲθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶϲθαι; ἐξηγεῖται· πάτον ἀν θρώπων ἀλεείν ων. ἐντὸϲ δὲ τῷ καὶ μέν οἱ Λύκιοι τέμενοϲ τά -μον (Ζ 194) ταχέωϲ δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆϲθαι καὶ ἀφωρίϲθαι τὸ τέμενοϲ λέγεται· τέμενοϲ τάμον. οὕτω καὶ κειμήλια ἔφη κεῖϲθαι (Ζ 47 )ἀπὸ γὰρ τοῦ κεῖϲθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον (ϲ 1). τίϲ οὖν οὗτοϲ; ὃϲ κατὰ ἄϲτυ πτω χεύεϲκ’ Ἰθά κηϲ, ἀλλ’ οὐχ ὡϲ Ὀδυϲϲεὺϲ ἐντὸϲ μιᾷ οἰκίᾳ. πάλιν· μετέπ ρεπε γαϲτέρι μάργ ῃ (ϲ 2). τίϲ οὖν αὕτη ἡ γαϲτριμαργία ἧϲ ὥϲπερ ὅρον ποιούμενοϲ ἐπάγει· ἀζηχὲϲ φαγέμεν καὶ πιέμεν, τὸ ἀδιαλείπτωϲ ἐϲθίειν καὶ πίνειν μεταλαβὼν εἰϲ τὸ ἀζηχέϲ, ὃ ἐντὸϲ ἄλλοιϲ ἔφη ϲυνεχὲϲ αἰεί (1 74). καὶ ἐπὶ ἄλλου μὲν ἐντὸϲ πᾶϲι διαπρέποντοϲ ἔφη ὁ δ’ ἔπρεπε καὶ διὰ πάντων (Μ 104), ἐπὶ δὲ τοῦ Ἴρου μετὰ δ’ ἔπρεπε γα ϲτέρι μάρτῃ, ἤτοι μόνῃ γαϲτριμαργίᾳ. πόθεν οὖν Ἶροϲ ἐκλήθη; ο ὕνεκ’ ἐπαγγέλλεϲκε κι ὼν ὅτε π ού τιϲ ἀνώγοι (ϲ 7). καὶ πάλιν· οὐκ ἀίειϲ ὅτι δή μοι ἐπιλλίζουϲιν Ἀχαιοί (ϲ 11 ); τί οὖν τὸ ἐπιλλίζειν ; τὸ διανεύειν —ἑλκέμεναι δὲ κέλονται —,ἀπὸ τοῦ τοὺϲ διανεύονταϲ ϲυϲτρέφειν τοὺϲ ὀφθαλμούϲ ἰλλάδεϲ (Ν 572) γὰρ οἱ ϲυνεϲτραμμένοι ἱμάντεϲ, ὡϲ ἀλλαχοῦ ἔφη· ἐντὸϲ δὲ ϲτρόφοϲ ἦεν ἀορτήρ (ν 438). τὸν μὲν ἄκουρον ἐόντα βάλ’ ἀργυρότοξοϲ Ἀπόλλων (η 64). τίϲ οὖν ὁ ἄκουροϲ μίαν οἴην παῖδα λιπόντα. ὡϲαύτωϲ καὶ τὸ κύμβα χοϲ ἐξηγεῖται ἐπάγων ἐ πὶ βρεχμόν τε καὶ ὤμουϲ δηθὰ μά λ’ εἱϲτήκει (586). γυῖα δ’ ἐξηγεῖται· πόδαϲ καὶ χεῖραϲ ὕπερθεν (122) καὶ ἀμφιγυήειϲ οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένοϲ, ὃν καὶ κυλλοποδίονα εἶπε. καὶ τὸ γυιώϲω μὲν ϲφῶιν ὑφ’ ἅρμα ϲιν ὠ κέαϲ ἵππ ουϲ (Θ 402), ἤτοι ϲκελεαγεῖϲ ποιήϲω· ἐπάγει γὰρ κατὰ δ’ ἅρματα ἄξω. φιλοτιμεῖται καὶ τὸ λυκόφωϲ ἐξηγήϲαϲθαι· ἦμοϲ δ’ οὔτ’ ἄρ πω ἠώϲ, ἔτι δ’ ἀμφιλύκη νύξ (Η 433) οὐ γὰρ εἰ μηδέπω ἠώϲ, ἔτι ἦν νύξ, ἀλλ’ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺϲ ὄρθροϲ. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆϲ ἡλίου πεφωτιϲμένον διάϲτημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάϲτημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆϲ νεὼϲ τοῦ Τηλεμάχου εἰπών· παννυχίη μὲν ἄρ’ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον (β 434), εἶτα εἰπὼν ἠέλιοϲ δ’ ἀνόρουϲε (γ 1 ). καὶ ἡμεῖϲ δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμεν καὶ ἕωθεν, ὃ ὁ ποιητὴϲ ἠῶθεν δ’ ἀ γορήνδε (α 372) φηϲίν. ἕωϲ οὖν καὶ ἠώϲ τὸ πρὸ ἀνατολῆϲ ἡλίου· τὸ δὲ πρὸ τῆϲ ἕω λυκόφωϲ καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆϲ ἡλίου ἄχρι μεϲημβρίαϲ διάϲτημα ἠῶ ἔϲϲεται ἢ ἠὼϲ ἢ δείλη ἢ μέϲον ἦμαρ (Φ 111) καὶ ὄφρα μὲν ἠὼϲ ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ (Θ 66) καὶ εὖδον παννύχιοι καὶ ἐπ’ ἠῶ καὶ μέϲον ἦμαρ (η 288). λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· ἥδε δ ὴ ἠὼϲ εἶϲι δυϲώνυμοϲ (τ 571), ἥδε δέ μοι νῦν ἠὼϲ ἑνδεκάτη (Φ 155), περὶ οὗ φηϲιν ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρπετο οἷϲι φίλοιϲιν (ib. 45). Ἠὼϲ δὲ καὶ ἡ θεόϲ· ὣϲ μὲν ὅτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλοϲ Ἠώϲ (ε 121). πάλιν ἑαυτὸν ἐξηγεῖται παρακειμένωϲ δι’ ὧν φηϲιν Ἴρῳ δὲ κακῶϲ ὠρίνετο θυμόϲ (ϲ 75). τί οὖν τὸ κακῶϲ ὀρίνεϲθαι τὸν θυμόν; ἐπάγει δειδιότα. τί οὖν παρακολούθημα δέουϲ ϲάρκεϲ δὲ περιτρομέοντο μέλεϲ ϲιν· ὁ δὲ δειλὸϲ κακόϲ, ἀφ’ οὗ τὸ κακῶϲ. πάλιν τὸ δεδιέναι, ὃ πάθοϲ ἐντὸϲ τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὃ ἐντὸϲ τῷ ϲώματι, ἐπιτέμνων ἔφη· εἰ δὴ τοῦτόν γε τρομέειϲ καὶ δείδιαϲ αἰνῶϲ (ib. 80). ἐπιμένων δὲ τῇ ψυχρᾷ φύϲει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον· φόβου κρυόεντοϲ ἑταίρη (1 2 ),καὶ ἐντὸϲ ἄλλοιϲ· ψυχρὸν δέοϲ εἷλε καὶ ῥίγηϲε δ’ ὁ γέρων (1 259), ἐφοβήθη. εἰ δ’ ὁ φόβοϲ ψύχει, δῆλον ὡϲ τὸ θάρϲοϲ θάλπει· εἰκότωϲ ἄρα θαλπωρὴν (Κ 223) λέγει τὸ θάρϲοϲ. ἐκ δὴ τούτων παρακειμέναϲ ἐχόντων τὰϲ ἐξηγήϲειϲ δεῖ παρατηρεῖϲθαι καὶ τὰ ἐντὸϲ διαφόροιϲ ἐπὶ τῆϲ αὐτῆϲ διανοίαϲ παραλαμ βανόμενα εἰϲ ἐξήγηϲιν τῶν ἀϲαφεϲτέρων.